Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


1 Κεφ. κστʹ.Ὡς γὰρ, εἰ καὶ κατ’ αρχἀς εὑθὑς οἷόν τ’
2 ἢν ἡμῖν γεννῆσαι ζῶον, οὐκ ἄλλῳ μὲν οὖν ἂν τινι λόγῳ τὴν
3 γένεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ’ ἂν ἐποιούμεθα τὴν
4 ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτῶν πρῶτοι
5 ποιοῦμεν, ἀλλ’ φύσις ἐστὶν καὶ δημιουργοῦσα πρώτη
6 τὸ ζῶον καὶ νῦν ἰωμένη νοσοῦν, οὑκ ἄλλῳ μὲν τρόπῳ τὴν
7 τροφὴν ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπίσταται, ἄλλα
8 καὶ ταῦθ’ ὁμοίως ἐργάζεται, καὶ τρέφει, καὶ διακρίνει, καὶ
9 ἀποκρίνει, καὶ πάνθ’ ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται
10 νῦν τε καὶ τότε. ὕτι δὲ ἰατρὸς τῆς φύσεως ἐστιν ὑπηρέτης,
11 δὲ πρώτη τέχνη τις ἐκείνης, καὶ ὅτι καλῶς εὕρηται,
12 φύσις ἐξαρκεῖ παντάπασιν, ἀλλὰ καὶ ὡς τὰς νόσους αὑτῶν
13 κρίνει, καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροὶ, παλαιοῖς
14 ἀνδράσιν αὐτάρκεας εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγώ διὲρχεσθαι;
15 τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω
16 μόνον, ὡς οὐκ ἄλλης μὶν τέχνης τὸ ποιεῖν, ἄλλης δ’ ἐπανορθοῦσθαι 5.854
1 τύ πεπονθὸς, ἀλλὰ τῆς αὐτῆς. εἰ δὲ καὶ μὴ
2 τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν, οὐχ
3 ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν, πρότερον
4 οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθσυμένῃ
5 προσεοικυῖαν. ἐδείξαμεν οὖν καὶ ὡς τὸ φυλάττειν
6 ὁτιοῦν διττόν ἐστιν, καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗ
7 ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινὸν, ἐπανορθοῖται
8 κατὰ βραχὺ τὰ πονοῦντα. καὶ ταῦτα λανθάνει τοὺς
9 πολλούς, ὡς ἕτερον ὄν τῷ γένει τοῦ θεραπευτικοῦ.