17
Κεφ. ιζʹ.Διὰ τί δ’ οὐκ ἐνδέχεται κατ’ οὐδεμίαν ὕλην
18
ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργὸν, ἑτέραν δ’ εἶναι 5.835
1
τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ
2
πρῶτον μὲν, ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ
3
σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δὲ, ὡς οὐδὲ ἡ τῶν πραγμάτων
4
αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα
5
ποιήσασθαι, τὸ δ’ ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας,
6
οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν, τὴν φυλακτικήν.
7
ὡσαύτως δὲ κᾀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας
8
μέν ἐστι τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ’ ἑτέρας, ἡ
9
τρίτη κᾀνταῦθα τίς ἐστιν ἡ φυλακτικὴ, λέγειν οὐχ ἕξουσιν.
10
ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων, καὶ ὅλως τῶν ὑπὸ
11
φύσεως διοικουμένων, ἡ μὲν, οἷον δημιουργικὴ, ἡ φύσις
12
ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν
13
δ’ ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός· ἀνάλογον οὖν καὶ
14
οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων
15
ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ
16
ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη
17
πρός τινος, ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ
18
τέχνης ἐστὶν οὐδεμιᾶς, ἀλλ’ ἐπιμελείας μόνης. εἰ δ’ ἄρα 5.836
1
καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ
2
τοιαῦται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τέ εἰσι καὶ
3
ἡ πολιτικὴ, καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν, εἰ βούλει,
4
καὶ τῶν ἄλλων φυλακῶν. ἵνα γὰρ μήτε ἐπὶ τοῖς πολεμίοις
5
ὦμεν, ἢ ὅλως τοῖς πονηροῖς ἀνθρώποις, μήτ’ ἐπὶ
6
τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα, καὶ
7
τείχη περιεβαλόμεθα, καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν.
8
ἀλλ’ οὐ τοιαύτην τινὰ ἐζητοῦμεν τέχνην ὑγιείας
9
φυλακτικὴν, ἀλλ’ ἥτις, οἶμαι, περὶ τὸ σῶμα τοῦ ἀνθρώπου
10
πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς, ἀλλὰ καθ’ αὑτὸ,
11
σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν
12
εἰρημένων οὐκ αὐτὴ καθ’ αὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλ’
13
ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μήθ’ ὑπὸ θηρίου καταβρωθέντι
14
φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην
15
τὴν ζωὴν, διὰ τοῦτο κατά τι συμβεβηκὸς, οὐ πρώτως,
16
οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκατέρα τῶν τοιούτων τεχνῶν
17
ὑγιείας γίγνεται φύλαξ.