Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


8 Κεφ. βʹ.Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον
9 ἰατρικῆς γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινὸν, καὶ
10 σοῦ διὰ ταῦτα ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ
11 δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα
12 παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον
13 ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων
14 ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ
15 μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ’ ὑπὲρ
16 ἄλλων σοι διαλέγωμαι, κᾄπειτα πρὸς τοὔνομα  μόνον
17 λόγος ἡμῶν, οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν 5.808
1 οὖν πρὸς τοῦτ’ ἀπεσιώπησας, οἰόμενος ἐμὲ χρῆναι λέγειν
2 ὑπὲρ ἁπάντων ἅπαντα. τὸ δ’ ἀληθὲς οὐχ ᾧδ’ ἔχει· πολλὰ
3 γὰρ ἂν εἴης, οὐχ ἓν προβεβληκώς· πρῶτον μὲν, τί ποτ’
4 ἐστὶν ἰατρικὴ, δεύτερον δὲ, τί ποτε γυμναστικὴ, καὶ τρίτον
5 ἐπὶ τούτοις, τί ποτε τὸ ὑγιεινὸν, τοῦτο δὴ τὸ μάλιστα
6 προβεβλημένον, ὁποτέρας ἂν εἴη. καίτοι τοῦτ’ αὐτὸ τὸ
7 τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτως προβάλλειν, ὁποτέρας
8 εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινὸν, ἀλλ’ εὐθὺς προστιθέντας,
9 εἶτ’ ἴδιον, εἶτ’ οἰκεῖον, εἴτε μέρος, εἴθ’ ὁπωσοῦν
10 ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κᾀνταῦθα ἀρχὴν τῆς
11 εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως
12 ᾧδέ πως, καὶ νὴ Δί’ ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς
13 ἐστιν τῆς γυμναστικῆς τὸ ὑγιεινὸν, ἐπειδὰν δὲ ἑκάστῳ
14 τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον,
15 ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον
16 ἐπ’ αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον, τι σημαίνει, καὶ τίς
17 κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον
18 αὐτοῦ τοῦ προβλήματος ὑπάρχει· τὸ δ’ ἰατρικὴν ἐξηγήσασθαι, 5.809
1 τί ποτ’ ἐστὶν, καὶ γυμναστικὴν, καὶ ὑγιεινὸν, οὐκ
2 ἴδιον μὲν τοῦ προβλήματος ὑπάρχει, ὁμολογεῖσθαι δ’ ἀναγκαῖον.
3 ὅθεν, ἐπειδὴ τοῦθ’ ἓν μόνον, καὶ προὔβαλες, σὺ
4 διελθεῖν ἐβουλήθης τότε, καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν
5 ἑώρων ὀκνοῦντα, τινὰ τῶν γεγυμνασμένων ἐν λογικῇ
6 θεωρίᾳ φιλοσόφων, ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην,
7 ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δ’ ἐκείνου τοῦτο ποιήσαντος,
8 καὶ πάντα ὀρθῶς ἀποκριναμένου, ῥᾳδίως, ὡς οἶσθα,
9 διεπεράνθη τὸ πρόβλημα.