1
Κεφ. κδʹ.Ἀλλ’ ἤδη κᾀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι,
2
πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις
3
ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως
4
ἠλίθιος οὐδ’ ἔμπληκτός ἐστιν, ὅς ἀφαιρήσεται μὲν τῆς
5
ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ’ ἑκάστην
6
αὐτῶν ἐπιστήσει τέχνην, ἤτοι κηλοτομικὴν, ὡς νῦν
7
ὀνομάζουσί τινες, ἢ λιθοτομικὴν, ἢ παρακεντητικήν. εἰ
8
γὰρ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτομικὸν εἶναί φασι,
9
παρακεντητικὸν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν
10
ἰατροὺς αὐτοὺς ὀνομάζουσιν, ὥσπερ, οἶμαι, καὶ τοὺς ἀπὸ
11
μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ
12
γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς
13
ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ’ ἀπὸ τῆς ὕλης προσηγόρευσαν,
14
ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς, ἢ καὶ
15
νὴ Δία βοτανικούς· εἰσὶ δ’ οἳ καὶ οἰνοδότας καὶ ὲλλεβοροδότας
16
ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς
17
θεάσασθαι τοιαύταις ὕλαις χρωμένους. ἔχουσι γὰρ, οἶμαι, 5.847
1
τογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει, καὶ γιγνώσκουσιν
2
οι μὲν μᾶλλον, οἱ δὲ ἧττον, ὡς ἔστιν ἔν τι καὶ ταὐτὸν ἐν
3
ταῖς ἐνεργείας, ἐστι δέ τι καὶ διαφέρον. οὖ μὲν οὖν ἕνεκα
4
γιγνονται, ταὐτὸν ὑγεία παρὰ πᾶσιν ὁ σκοπὸς, ὁ τρόπος δ’
5
οὐχ εἰς ἁπασῶν, ἀλλ’ εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν
6
δη τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καΘάλου
7
σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ’ εἰς εἴδη τε καὶ
8
διαφορὰς τέμνων αὐτὴν, αὖθις ἐκείνων τῶν τμημάτων ἕκαπτον
9
ὀνομάζει τεχνην, οὕτως καὶ αὑτὸς ἐθελήσειε διαιτητιπἠν
10
τινα, καὶ. φαρμακευτικὴν, καὶ χειρουργικὴν ὀνομάζειν
11
τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γε οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ
12
κἂν τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἰς.
13
τε τὰ προσφερόμενα, καὶ κενούμενα, καὶ ποιούμενα, καὶ
14
ἔξωθεν προσπεττοντα, καθ’ ἕκαστον αὐτῶν ἰδίαν τινὰ
15
τέχνην ἐπιστήσειεν, οὐδ’ ἂν τούτῳ τι μεμφοίμην. οὐδὲ
16
γὰρ οὐδ’ εἰ πάλιν αὑτὰ ταῦτα τέμνοι πολυειδῶς ἄχρι τῶν
17
πατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτὸν, ὡς ἐν τοῖς 5.848
1
προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δ’
2
ἐδεσμάτων, ἄλλη δὲ πομάτων, κτὰ καθ’ ἕκαστον αὐτῶν
3
ἐδέσματος τοῦδε καὶ τοῦδε, καὶ πόματος τοῦδε καὶ τοῦδε,
4
καὶ φαρμάκου τοῦδε καὶ τοῦδε, συγχωρήσαιμ’ ἂν ἰδίαν εἶναι
5
λέγειν τὴν τέχνην. εἰ δ’ οἴεται ταυτας ἀλλήλων διαφέρειν
6
τὰς τέχνας, ὡς ἀριθμητικὴν, εἰ τύχοις ῥητορικῆς, ἢ ταύτην
7
οἰκοδομικῆς τε καὶ τεκτονικης, οὐκ ἂν ἔτι συγχωρήσαιμι.
8
ταύταις μὲν γὰρ οὐχ εἷς ἐστι σκοπὸς, ἐκείναις δὲ ταῖς ὀλίγον
9
ἔμπροσθεν εἰρημέναις εἶς κοινὸς ἁπάσαις πρόκειται σκοπός,
10
ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης,
11
ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ’ ἄλλην, καὶ πίστεων,
12
γε καὶ τῶν καλουμένωί, ἐπιλόγων ἄλλην εἶναι συγγοιρήσω
13
τέχνην, εἰ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, πίοις
14
εἶναι τέχνης αὐτὰ, εἴτ’ εἴδη βούλει καλεῖν, εἴτε μέρη, κατὰ
15
τὸν αὐτὸν, οἶμαι, τρόπον ἔχει κᾀπι τῆς ἰατρικὴν ἄλλην
16
μέν τινα τέχνην ἐρῶ χειρουργικὴν, ἄλλην δὲ διαιτητικὴν,
17
ἄλλην δὲ φαρμακευτικὴν, εἰ τοῦθ’ ἕν μοι φυλάττοιτο μόνον,
18
ὡς εἶς ταύταις ἁπάσαις σκοπὸς, δι’ ὅν ἀναγκάζονται μῶς 5.849
1
εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὕτως
2
φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα
3
τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπὸς,
4
ἄλλος δ’ ἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντίον μὲν
5
οὕτως καὶ πάντα διαφέροντα δόξει τὰ πράγματα ὑπάρχειν.
6
αῖ τε γὰρ ἐνέργειαι διαφέρουσι πολύ, καὶ τὸ γινόμενον ὑπ’
7
αὐτῶν ἐναντίον. ὁ μὲν γὰρ καὶ τῶν ὄντων αφαιρεῖ τι,
8
τῷ δ’ ἔργον γεννῆσαί τινα οὐσίαν οὐκ οὖσαν. ἀλλ’ οὐδετέρῳ
9
γε τοὖτ’ αὐτὸ πρόκειται καθ’ αὑτὸ, τῷ μὲν ἐκκόψαι
10
τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν, οὐδ’
11
ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δὲ ἑαυτὸ μεταχειρίζεταί τις,
12
ἀλλ’ ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ’ ἢν
13
ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι.
14
διἀ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται,
15
διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον
16
ἤτοι χειρουργὸς, ἢ φαρμακευτὴς, ἢ ὀφθαλμικος·
17
χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δὲ ἀπὸ
18
τῆς ὕλης, ὀφθαλμικὸς δ’ ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ 5.850
1
μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον, αὐτοὺς
2
τε τοὖς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις,
3
οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ’ ἀπὸ τῶν μορίων,
4
οἱ δ’ ἀπὸ τῶν ὑλῶν ῶνομασθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ
5
καὶ φαρμακευταὶ, κοινῇ δ’ ἅπαντες ἀπὸ τοῦ
6
τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη
7
περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἐνθ’
8
ἕν τι καθ’ ἑκάστην αὐτῶν ἐστιν τὸ πρῶτον ἀγαθόν. εἰ δ’,
9
ὅτι καλῶς ἀναβράττων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι,
10
φαρμακεύει, καί τις ἄριστος ὥν ἐν φαρμακεία διαιτᾶν
11
ὀρθῶς οὐκ ἐπίσταται, καὶ τοῦτ’ ἄλλος ἠσκηκὼς οὐκ
12
ἐγυμνάσατο τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας
13
ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μονον, ἀλλά καὶ τριακοσίας
14
οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθετῆρι χρῆται
15
καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ’ ἄλλος, ἀρτηριοτομεῖ
16
δ’ ἕτερος· εἶθ’, ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν,
17
οὕτως αὖ πάλιν ἅπασαι μία γενήσονται. καὶ μὴν ἑκατέρως 5.851
1
μοχθηρὸν, ἢ διὰ τὴν ἀφυίαν τῶν τεχνιτῶν εἰς πολλὰς
2
κατακερματίζειν τὴν μίαν, ἢ διὰ τὴν εὐφυίαν εἰς μίαν
3
ἄγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρό τερος λόγος οὔτε
4
τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην, οὔτε τὴν ἀριθμητικὴν,
5
ἢ γεωμετρίαν, ἢ μουσικὴν οὐδ’ ἄλλην τινὰ τῶν ἀξιολόγων,
6
ἅς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων
7
ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· ὁ δὲ δεύτερος εἰς μίαν
8
ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ
9
αὐτὸς ἄνθρωπος ἀριθμητικός τε ἅμα καὶ γραμματικὸς εἴη
10
καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας
11
μόρια.