Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


13 Κεφ. κηʹ.Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ
14 μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις, ἀλλ’
15 εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’
16 αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, 5.857
1 εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν
2 ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις, καὶ τέχνη μία
3 παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ
4 ναυπηγῷ, καὶ τέκτονι, καὶ μηχανοποιῷ, καὶ οἰκοδόμῳ, καὶ
5 ἄλλοις μυρίοις, καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστὶν ὕλη,
6 καὶ λίθοι, καὶ τἄλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης
7 μιᾶς οὔσης ὕλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγείαν
8 δεχόμενον, ἐδέσματά τε καὶ πόματα, καὶ φάρμακα σύμπαντα
9 καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ
10 σῶμα δ’, ὡς ἐξ οὖ τὸ τέλος, ἐν . δῆλον οὖν, ὡς οὐκ
11 ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας· οὐδὲ γὰρ, εἴ τις ἐτέρας
12 μὲν τὰς κοινὰς ὕλας καὶ, ὡς ἂν εἴποι τις, κατὰ συμβεβηκός,
13 ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενοι
14 ἑκάστῃ τῶν τεχνῶν, μέν ἐστι φυσικόν σῶμα τὸ ἡμέτερον,
15 ὕλην αὐτὰ φαίη τις φυσικῆς ἐπιστήμης ὑπάρχειν, δὲ
16  ὑγιεινόν ἐστιν, τῆς ἰατρικῆς, δ’ εὐεκτικὸν εὐεξίας
17 δεκτικὸν, τῆς γυμναστικῆς, οὐδ’οὕτω ἑτέρῳ τινὶ πλὴν τῷ τέλει 5.858
1 διακρίνει τὰς τέχνας. τὸ γὰρ ὑγιεινὸν τόδε τι λέγειν σῶμα
2 γιγνώσκοντός ἔστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἴ τοῖς θεωρήμασι
3 διακρίνει τις τὰς τεχνας, ἑτέρωθί ποθι ἄρχεται,
4 τοῦ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης
5 θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν σικεία
6 τῆς τέχνης ἐστὶν, γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται.
7 καὶ γραμματικῆς τε καὶ μουσικῆς, καὶ τεκτονικῆς,
8 καὶ τῶν ἄλλων ἐκάστης, ἄσα μὲν ἂν αὐτὸ τὸ τέλος ἄντικρυς,
9 αὐτὸ τό βέλτιον, τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρῶ
10 χειν, οἰκεῖα τῆς τέχνης ἐστίν· ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν
11 τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.