4
Κεφ. λζʹ.οὐ μὴν ἀλλ’, ἐπειδή περ ἅπαξ κατέστην
5
εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς,
6
ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μάλιστα διὰ βραχυτάτων.
7
τῆς ὑγιείας ἐν συμμετρία τινὶ τεταγμένης, ἀμετρίας
8
ἐστὶ δημιουργὸς ἢ τοιαύτη γυμναστικὴ, πολλὴν καὶ πυκνὴν
9
αὔξουσα σάρκα καὶ πλῆθος αῖματος ὡς ἔνι μάλιστα γλισχροτάτου
10
παρασκευαζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχύν
11
αὐξῆσαι μόνον, ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ
12
σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν.
13
οὔκουν ἔτι χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτο ἄχρηστός
14
τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶν καὶ ἄλλως σφαλερά.
15
ὅπερ γὰρ ἐν ἁπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι
16
μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτ’ ἐν ταύτ,
17
μοχθηρότατόν ἐστιν, ὡς φυσικήν τινα διάθεσιν, ἀλλ’, 5.877
1
ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει κατασκευάζουσά. τὰ μὲν
2
γὰρ τῆς φύσεως ἀγαθὰ προιόντα τε καὶ ἐπιδιδόντα καὶ
3
αὐξανόμενα γίνεται βελτίω, τὰ δ’ οὐ φύσει πάντα τοσούτῳ
4
χαλεπώτερα, ὅσῳ καὶ μείζω. ὅθεν ἄφωνοί τινες
5
αὐταῖν ἐξαίφνης, ἔνεροι δ’ ἀναίσθητοι, καὶ ἀκίνητοι, καὶ
6
τελέως ἀπόπληκτοι γίνονται, τοῦ παρὰ φύσιν ὄγκου τοῦδ,
7
καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν,
8
ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος· ὅσοι δ’ ἂν
9
αὐτῶν τὰ πραότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν
10
ἢ πτύουσιν αἶμα. τοὖς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δημιουργσὑς,
11
ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα, νῦν
12
ὑπὸ τῶν τὰ ὧτα κατεαγότων περιφερόμενα, τελέως ἤδη
13
τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γινώσκεις γὰρ
14
δή που καὶ σὑ, Θρασύβουλε φίλτατε, μηδ’ ἀποκρίσεως
15
αὐτοὺς ἀξιουμένους ὑπ’ ἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη
16
τοῖς χθες μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί
17
τε καὶ κοιμᾶσθαι, τόλμης δ’ εἰς τοσοῦτον ἤκουσιν,
18
ὥσθ’, ὑπὲρ ὧν οὐδὲ τοὺς ἱκανῶς ἠσκηκότας ἀκολουθίας 5.878
1
τε καὶ μαχομένων διάγνωσιν ἔχει εὐπετῶς ἀποφῄτα.
2
σθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι ; τί μάθοιεν
3
ἂν οὗτοι βαθὺ, καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες
4
θεώρημα; θαυμαστὸν μὲν τἂν ἦν, εἰ τοῖς μὲν ἐκ
5
παίδων ἀσκουμένοις ἐν τοῖς ἀρίστοις μαθημασιν οὐχ ἅπασιν
6
ὑπάρχει κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι
7
δ’ ἀσκοῦνται μὲν, ὥστ’ ἐν ἄθλοις νικᾶν, ἀφυεῖς δὲ ὄπις
8
κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δ’ ἀνεφάνησαν
9
γυμνασταὶ, τούτοις ἄρα μόνοις ὑπαρξει τοὖς περατός. κώ
10
μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς [οὐκ ἀμαθὴς ἢ ὕπνος
11
ὀξύν τὸν νοῦν ἀπεργάζονται, καὶ τοῦτο πρὸς ἁπάντων σχεδὸν
12
ἀνθρώπων ἤδεται, διοτι πάντων ἐστὶν ἀληθέστατον,
13Παχεῖα γαστηρ λεπτον οὐ τίκτει νόον.
14
ἰσως οὖν ἡ κόνις ἔτι μονη σοφίαν αὐτοῖς ἐδωρήσατο. τό,
15
μὲν γὰρ πηλὸν, ἐν ῳ πολλάκις ἐκυλινδοῦντο, τίς ὑπολαμβάνει
16
σοφίας εἶναι δημιουργὸν, ὁρῶν γε καὶ τοῖς σῦς ἐν
17
αὐτῷ διατρίβοντας; ἀλλ’ οὐκ ἐν τοῖς ἀποπάτοις εἰκός, ἐν 5.879
1
οἷς διημέρευον, ἀγχίνοιαν φύεσθαι. καὶ μὴν παρὰ τοῦτο
2
οὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν
3
τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον, ἢ ἐσθιόντων,
4
ἢ πινόντων, ἢ κοιμωμένων, ἢ ἀποπατουντων, ἢ κυλινδουμένων
5
ἐν κόνει τε καὶ πηλῷ.