Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


1 Κεφ. λεʹ. Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν
2 γυμναστική. καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης,
3 ἄσα τε χρὴ γινώσκειν ἀέρων τε πέρι, καὶ χωρίων,
4 καὶ ὑδατων, καὶ ἀνέμων, καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε
5 πέρι, καὶ ποματων, καὶ ἐπιτηδευματων, ἀκριβέστατα γράψας
6 ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων δίαιτα. κατὰ δὲ
7 τὸν αὐτον τρόπον ὑπέρ τε καιροῦ, καὶ ποσοτητος, καὶ
8 ποιότητος, οὐ γυμνασίων μόνον, ἀλλά καὶ τρίψεως αὐτάρκως
9 διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν
10 μόριον. οὐχ ὑγιεινὴν τέχνην, ἀλλὰ γυμναστικὴν προσαχορεύων,
11 ὕτι τε ἐξαίρετον ἔδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν,
12 ὡς ἂν μηδ’ ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε
13 τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ μὲν γὰρ ὑγιαῖνον
14 ἀκριβῶς σῶμα, ταῖς κατὰ φύσιν ὀρέξεσιν χρώμενον, οὔτ’
15 ἐν ταῖς ποιότησιν, οὔτ’ ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι
16 ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἔτερος.
17 ἀλλ’ ὕτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς
18 περὶ τὸ σῶμα τέχνης γυμναστικην, ἑτέραν δὲ τὴν νῦν εὐδοκινοῦσαν, 5.873
1 ἐκ τῶνδ’ ν μαλιστα μάθοις. ὑπογράψω γάρ
2 σοι τὰς ῥήσεις αὐτοῦ· πρώτην μὲν τὴν ἐκ Γοργίφυ, τόνδε
3 τὸν, τρόπον ἔχουσαν. δυοῖν ὄντοιν πραγμάτοιν, δύο λέγω
4 τέχνας. τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ
5 τῷ σοοματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ’
6 ινυσης τῆς τοῦ σώματος θεραπείας, δύο μόρια λέγω, τὴν
7 μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. ἐνταῦθα μὲν οὖν, ὅτι τε
8 μία τοῦ σώματός ἐστιν θεραπευτικὴ τέχνη, δύο ἔχουσα
9 τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν Πλάτων· ὅτι δὲ τῶν
10 μὲν μοριῶν αὐτῆς ἐστιν ὀνόματα, τῆς δ’ ὕλης οὐκ ἔστιν, ὅτι
11 τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει, καὶ ὡς εὐεξία τοῦτ’
12 ἔστιν, ἐκ τῶν τοιῶνδε φανερὸν, ὧν ἔκαστα ἐν ταὐτῷ διῆλθεν.
13 σῶμα που καλεῖς τι καὶ ψυχήν. πῶς γὰρ οὔ; οὐκοῦν καὶ
14 τούτων οὕει τινὰ εἶναι ἑκατέρου εὐεξίαν ; ἔγωγε. τί δέ;
15 δοκοῦσαν μὲν εὐεξίαν, ουσαν δ’ οὔ; οἷον δὲ τοῖον λέγω.
16 πολλοὶ δοκοῦσιν ευ ἔχειν τὰ σώματα, οὕς οὐκ ἂν ῥᾳδίως
17 αἴσθοιτό τις, ὕτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἰατρός τε καὶ 5.874
1 τῶν γυμναστικῶν τις. ἔν τε τοῖς ἑξῆς, ὅτι τε πρὸς τὸ.
2 βέλτιστον μὲν ἀποβλέπουσιν οἶδε, πρὸς δ’ αὖ τὸ ἥδιστον
3 ὀψοποιός τε καὶ κομμωτὴς, αὐτός γε διεξέρχεται.