14
Κεφ. λγʹ. Εἰ δ’ ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως
15
ὑπῆρχεν τὸ διαιτητικὸν ἐν τοῖς καθ’ Ὅμηρον χρόνοις, ἐγὼ
16
μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ’ ἐμοῦ πρεσβύτερός τε ἅμα
17
καὶ τὰ τῶν Ἑλλήνων πράγματα πιθανώτερος ἐπίστασθαι,
18
Πλάτων ὁ φιλόσοφος, οὐ πάνυ τι χρῆσθαί φησι τοὺς παλαιούς 5.870
1
Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ’ στε
2
γε τῆς ἰατρικῆς ἐστιν μέρη ταῦτα τὰ τρία, καὶ ὡς ἡ τὰ
3
παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ὀπάντων
4
·Ελλήνων ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει.
5
γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ’ Ὁμηρον,
6
οὐδὲ καλεῖταί τις ὅλως γυμναστὴς, ὥσπερ ἰατρὸς,
7
οπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ἄνομα
8
οὐ πολλάκις εὑρεῖν ἔστιν, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον,
9
ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἐμπροσθειί
10
τῶν Πλάτωνος χρόνων ἢ· τέχνη τῶν γυμναστῶν,
11
ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι
12
μὲν γὰρ εἰς ἀνὴρ ἐργαστὴς τῶν κατὰ φύσιν ἔργων ἀληθῶς
13
εὐεκτικὸς, εἰς ἀγῶνα καταβαίνων, οὐ πάλην μόνον, αλλὰ
14
καὶ δρόμον ἠγωνίζετο, καί τις ἐνίκα πολλάκις εἰς ἄμφω τε
15
ταῦτα καὶ ἀκοντίζων, καὶ τοξευων, καὶ δισκοβολῶν, καὶ
16
ἄρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη, καὶ οἷόν περ ἔνα.
17
πεποίηκεν Ὅμηρος Ἐπειὸν, εἰς μὲν πάντα τὰ κατὰ φύσιν
18
ἔργα πάντων ὕστατον, πρῶτον δ’ εἰς πυγμὴν, ἧς ὲν 5.871
1
ἄθλοις μόνοις ἡ χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήν ἀρῶσαι,
2
μήτε σκαψαι, μήθ’ ὁδὸν ἀνύσαι, μηδ’ ἄλλο μηδὲν εἰρηναῖον
3
ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.