17
Κεφ. κγʹ.Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ
18
χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναῤῥάπτομεν, ἑτέρα 5.844
1
δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παράγομεν, ἄλλαι
2
δὲ τρίτη καὶ τετάρτη, μὴν ἀλλήλαις τι, μήτε ταῖσδε
3
προσεοικυῖαι, καθ’ ἅς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς
4
ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι
5
καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν.
6
ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολλα,
7
κήλης χειρουργία, καὶ ταύτης ἢ τῶν κιρσῶν, καὶ πασῶν
8
ὁμοῦ τῶν εἰρημένων ἢ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ
9
τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν·
10
ὑπαλεῖψαι δ’ ὀφθαλμὸν, ἢ ἄρθρον ἐμβαλεῖν, ἢ καταπλᾶσαί
11
τι μέρος, ἢ καθετῆρι χρῆσθαι καλῶς, ἢ σικύαν κολλῆσαι,
12
γίνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων
13
πάμπολλα καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ
14
φλέβα τεμεῖν, καὶ ἀρτηρίαν διελεῖν, καὶ ἀποσχάσαι τὸ
15
δέρμα, καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε
16
καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι
17
καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται 5.845
1
δι’ αὐτῶν. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος
2
ἀλλήλων τε καὶ προσέτι τῶν κατὰ χειρουργίαν, οὐδὲν γὰρ
3
ἔοικεν ἐλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία
4
κλυστῆρι, καὶ τρίψις λουτρῷ. τούτων δ’ ἐπιπλέον ἀποκεχώρηκεν
5
ἕλκος πλῦναί τε καὶ καθῆραι, καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι
6
καὶ αὖθις ξηρὸν, αἰωρηθῆναί τε καὶ περιπατῆσαι
7
καὶ παλαῖσαι, καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν.
8
οἷς ἅπασιν οὐδὲν ἔοικεν ἢ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας
9
διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν,
10
καθάπερ, οἶμαι, καὶ ἢ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσιν περιεχομένων
11
ὑγρῶν, ἢ τῶν ὄγκων τῶν ὑδερικῶν, ἢ γαγγλίων, ἢ
12
ἀρωμάτων, ἢ μελικηρίδων, ἢ στεατωμάτων. οὐ γὰρ ταῖς
13
αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσιν τῶν δακτύλων, καὶ μεταγωγαῖς,
14
καὶ θλίψεσιν, ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις,
15
ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης τῆς
16
ἡμέρας οὐδὲν ἄλλο λέγειν, ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς·
17
οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν.