Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


10 Κεφ. κζʹ. Τὸ δ’ αὔεσθαι, τέλος εἶναί τινι τοῦτ’
11 αὐτὸ, τὸ ποιεῖν οἰκίαν, ἱμάτιον, σκεῦος, ὑγίειαν,
12 ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι
13 τὴν τοῦ τέλους ἐιἐργειαν. οὐ γὰρ οἰκοδομεῖν οἰκίαν
14 αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, καθάπερ
15 οὐδ’ ὑφαίνειν ἐσθῆτα, καὶ ναῦν συμπήττειν, καὶ
16 σκίμποδα, καὶ τῶν ἄλλων ἔκαπτον, ἀλλ’ αὐτο τὸ δημιουργηθὲν,
17 δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν
18 ἔτι διαμένει. καὶ ταύτῃ γε διήνεγκαν αἱ ποιητικαὶ τέχναι 5.855
1 τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι
2 παύσοινται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν
3 ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ’ αὐτὴν τὴν ἐνέργειαν, οἷον
4 τῆς τεκτονικῆς τὸν σκίμποδα, καὶ τῆς οἰκοδομικῆς τὴν
5 οἰκίαν, καὶ τῆς ἰατρικῆς τὴν ὑγείαν. οὐκ οἰκοδόμησις οὖν
6 ὥσπερ ὄρχησις, ἔστι τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία,
7 τῆς ἐνεργείας ἔτερόν τι. κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς
8 οὔθ’ ὕφανσις, οὔθ’ ὑφαίνειν, οὔτ’ ἐσθῆτος ποίησις γέ.
9 νεσις, ἀλλ’ ἐσθής. ὡσαύτως δὲ οὐδὲ ποίησις, γένεσις;
10 ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς, ἀλλὰ
11 ταῦτα μὲν ἐνέργειά τις, γε καθόλου τῆς τεχνης, καθάπερ
12 αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν, καὶ κατατείνειν
13 ἄρθρα καὶ κῶλα, καὶ διαπλάττειν, καὶ ἐπιδεῖν, καὶ
14 τούτων ἔτι ἀνωτέρω καὶ γενικωτεραι, χειρουργεῖν, καὶ φαρμακευειν,
15 καὶ διαιτῆν, ἀλλ’ ὑγεία τέλος ἐστὶν, καὶ παιιι
16 σαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. ούδ’
17 οὖν οὐδὲ τὸ φυλάττειν ὑγείαν ἐπανορθοῦσθαι τέλος,
18 οὐδ’ ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος δ· 5.856
1 ὑγεία. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ
2 μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δ’
3 ἅπαντες ἕν καὶ ταὐτὸν, θ’ ὑγιάζειν λέγων, θ’ ὑγίειαν
4 ποιεῖν, τε ποίησιν ὑγείας, τε ὑγίανσιν. ἑτέρῳ δὲ
5 τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν, τε τὴν ἴασιν
6 τῶν νοσημάτων εἰπὼν, τὴν θεραπείαν, τὴν θεράπευσιν
7 τῶν νοσούντων, τὸ ἰᾶσθαι νὴ Δία, τὸ τὰς νόσους ἐκκόπτειν,
8 τὸ τὴν ὑγείαν ἀντεισάγειν, τε πάντα τὰ
9 δέοντα πράττειν, τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν.
10 οὐδεὶς γὰρ τούτων τό τέλος, ἀλλὰ τὴν πρὸ τού τέλους
11 ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν τέχνη
12 περὶ τό σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.