8
Κεφ. ηʹ.Ἴσως οὖν ἄμεινον ἐπ’ αὐτὴν ἀφικόμενον τὴν
9
οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι.
10
τίς οὖν ἐστιν ἰατρική; εἴποι τις εἶναι ἐπιστήμην ὑγιεινῶν
11
τε καὶ νοσερῶν. ἀλλὰ κᾀν τούτῳ δόξει προχείρως εἰλῆφθαι
12
τὰ ὑγιεινὸν, ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν,
13
οἶμαι, τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν
14
ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ’ οὗτοί γε
15
πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων
16
ἐπιστήμη, καὶ ὅς τις γινώσκει τὰ νοσερὰ, τοῦτον ἀνάγκη
17
πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ’
18
ἐκείνους παρείσθω, λεγέσθω δ’ ἤδη τὸ δεύτερον ὧν 5.818
1
ἀγνοοῦσιν, ᾧ τάχα ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται
2
κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον·
3
ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι,
4
σωμάτων μὲν τῶν ἐχόντων ὑγείαν, καὶ σημείων τῶν δηλούντων,
5
καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικὴν,
6
οὐ μὴν τῶν γε φυλαττόντων αὐτὴν ἀντιλαμβάνεσθαι
7
κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα
8
σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι,
9
μήθ’ ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν
10
ἐπιφαινόμενον ὑγείας μελλούσης ἐστὶ γνώρισμα, μήτ’ αἴτιον,
11
ὃ τοῖς νοσοῦσιν προσαγόμενον ὑγιείας ἐστὶ ποιητικὸν, ὥσπερ
12
ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ’ ὡς καὶ τὸ δεδεγμένον
13
ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινὸν, ὧν πάντων ἐπιστήμην ὁ
14
ἰατρὸς ἔχει, μηδὲ κοινωνούντων τῷ προβλήματι, πλὴν ὀνόματι.
15
καὶ γὰρ, εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς
16
ἐπιστάτης ἐστὶν, ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς
17
ἡμῖν προὔκειτο ζητεῖν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδείχθη, 5.819
1
τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχειν ζητήσει. πότερον γὰρ
2
ἁπλῶς ὑγίεια τὸ τέλος ἐστὶν τῆς ἰατρικῆς, οὐδὲν διαφέρει,
3
εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν, εἴτε φυλάττοντος
4
οὖσαν, ἢ τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστιν, τὸ φυλάξαι
5
δὲ τῆς γυμναστικῆς αὐτῆς. οὕτω καὶ περὶ γυμναστικῆς,
6
ἆρά γε εὐεξία τὸ τέλος ἐστὶν, ἢ ὑγίεια, ἢ ποίησις ὁποτέρου
7
τούτων, ἢ φυλακή.