Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


6 Κεφ. ληʹ.Τούτους οὖν ἀποπέμψαντες, (οὐ γὰρ κακοτεχνίας,
7 ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοι,) τοὺς τῆς ὄντως
8 γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν, Ἱπποκράτην τε καὶ
9 Διοκλέα, καὶ Πραξαγόραν, καὶ Φιλότιμον, Ἐρασίστρατόν
10 τε καὶ Ἡρόφιλον, ὅσοι τ’ ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα
11 τέχνην ἐξέμαθον. ἤκουσας δή που ἀρτίως Πλάτωνος λέγοντος,
12 ὡς οὐδέν ἐστιν ἴδιον ὄνομα. μὴ τοίνυν ζήτει ἕν ὄνομα
13 κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις·
14 ἀλλ’ εἴπερ ποτὲ κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι
15 Πλάτωνα μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ
16 σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν,
17 τὴν δὲ ἰατρικὴν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστικὴν, 5.880
1 νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπν·
2 σκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην Πλάτων αντιδιεῖλε
3 τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι
4 πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν ἑνὸς, ἐπειδὴ
5 καὶ προχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν
6 Ἐρασίστρατος ἐν τῷ πρώτῳ τῶν ὑγιεινῶν· οὔτε γὰρ ἰατρόν
7 εὑρεῖν ἔστιν, ὅστις δέδωκεν αὑτὸν εἰς τὴν περὶ τῶν ὑγιεινῶν
8 πραγματείαν. εἶτ’ ἐφεξῆς· αἱ μὲν γὰρ παρά τι πάθος
9 γιγνόμενον ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικῶν,
10 καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν. εἶτ’
11 αὖθις ἔτι προελθών· εἰ δέ τις εἴη φαυλότης περὶ τό σῶμα,
12 δι’ ἢν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται, καὶ οὕτως εἰς
13 τὴν αὐτὴν κακογαμίαν τοῖς προυπάρχουσιν ἥξει, τὴν τοιαύτην
14 διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν. εἶτ’ ἐφεξὴς·
15 τὸ λέγειν περὶ τούτων λύειν ταύτας ἰατροῖς καὶ οὐχ
16 ὑγιεινοῖς ἐπιβαλλει. φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν
17 τινα ὀνομάζων τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ 5.881
1 καὶ τὰν τεχνίτην ἀύτης ὑγιεινὸν, ὥσπερ, οἶμαι, καὶ τὸν
2 ὑῆς ἰατρικῆς ἰατρὸν, ἵνα Ἰῆς περὶ τὸ σῶμα θεραπευτικῆς
3 τέχνης, ἧς οὐδὲν ἢν ὄνομα ῖὶπς Ἕλλησιν ἔδιον, εἰς δύο τὰ
4 πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας ἰατρικήν τε καὶ
5 ἔ,γιεινὴν, οὕτως καὶ τοὺς τεχνίτας αὐτῶν ὀνομάζωμεν ὑγιεινόὐ
6 τε καὶ ἰατρόν. ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν
7 ἐχρήσαντο τοῖς ὀνόμασιν.