12
Κεφ. κεʹ. Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων
13
τὰς τέχνας, ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρῶμεθα
14
, μήτ’ εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν, ἀλλ’
15
εἰς τὰς καθόλου. κοινὸν γὰρ ἕν ἐπὶ πάσαις ταῖς κατὰ μέρος
16
ἐνεργείαις ἕκαστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καί τι πάμπολυ
17
δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκωληνται μιᾶς εἶναι
18
τέχνης μόρια. τὸ γοῦν ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλο ἐστὶν, 5.852
1
ἢ κρόκας στημοσι διαπλέκειν. ἀρ’ οὖν ἑτερόν τι τοῦδε τὸ
2
βάπτειν ἐστίν ; οὐδαμῶς. ἀλλὰ κᾀν τούτῳ διαπλέκονται
3
κρόκαι στήμοσιν· ὡς, εἰ γε καὶ κατ’ ἀρχὰς εὐθὺς ἐβούλετό
4
τις ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι
5
τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθὸ νῦν ἠπῶνται τὰ
6
ῥαγέντα τῶν ἱματίων, ἢ καθὸ τοὖς ταλάρους, ἢ τὰς σπυρίδας,
7
ἢ τὰ δίκτυα πλέκουσι, ἐποίησεν ἂν οὐδὲν ἧττον
8
λμὰτιον, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι τοίνυν οὐχ
9
ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτό,
10
τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν, οὐκ ἐν τοῖ καθόλου
11
τῶν εἰρημένων διαλλάττουσαν, ἀλλ’ ἐν τῷ κατὰ μέρος.
12
οὕτως δὲ κᾀπι τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν, ὡς οὕτως
13
φάναι, τὰ κατὰ μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον
14
κοινόν. ὅ τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν,
15
ὅ τε προσθεὶς ὡς λεῖπον, ἕν ἄμφω ποιοῦσι καθόλου,
16
τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἤνις
17
ἤν ὑγίεια. οὕτω δὲ καὶ ὁ θερμαίνων, καὶ ὁ ψύχων, καὶ ὁ
18
ξηραίνων, καὶ ὁ ὑγραίνων.