Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


7 Κεφ. μγʹ.Προσέχειν δ’ ἐνταῦθα τὸν νοῦν χρὴ, μή
8 πη λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν
9 ἐπιστάτην τοῦ παλαίσματος καὶ μόριόν τι ποιήσαντες ὅλης
10 τῆς γυμναστικῆς τὴν ὡς ἂν εἴποι τις παλαιστρικήν. γὰρ
11 ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων
12 ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν
13 ἐστι σιτοποιῷ, καὶ μαγείρῳ, καὶ οἰκοδομὴν, δηαιουργεῖν
14 μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄτα καὶ οἰκίας.
15 οὐ μὴν ἐπαίουσί γ’ οὐδὲν οὐδὲ γινώσκουσιν, τί τε χρηστὸν
16 ἐν αὐτοῖς καὶ μὴ χρηστὸν, ἥντινά τε δύναμιν ἔχον
17 ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. μὲν οὖν προνοοιιιειη
18 τοῦ σώματος ἡμῶν τέχνη μία, καθάπερ εὕρηται πολλάκις, 5.889
1 αἱ δ’ ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ,
2 οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι μὲν, καὶ ἀνυποδέτους εἶναι,
3 σκυτοτομος οἶδεν, οὔθ’ οἷς ὑποδεδέσθαι μὲν, ἀλλὰ τοῖον
4 τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης γιγνώσκει,
5 καὶ κελεύει γε τῷδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπάτιδας,
6 οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον,
7 στρατηγὸς τὸ κράνος, καὶ τὸν θώρακα, καὶ τὸ δόρυ,
8 καὶ τὴν ἀσπίδα, καὶ τὴν μάχαιραν, καὶ τὰς κνημῖδας.
9 οὐδὲ γὰρ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκησεως,
10 οὐδ’ ἔτι πρὸς ἀνατολὴν δύσιν ἐστραμμένης,
11 οὐδέ γε τῆς πρὸς βοῤῥᾶν τε καὶ ψυχρᾶς, νοτίου καὶ
12 θερμῆς, οὐδὲ σκοτεινῆς φωτεινῆς, οὐδὲ καταγαίου τε καὶ
13 ὑπερωου, καὶ νοτερᾶς, καὶ ξηρᾶς, ἀλλ’ ολως ἀγνοεῖ, τίνα
14 μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ
15 γε καὶ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον
16 διδόναι, καὶ ὅτῳ συγκόμιστον, οὐδὲ ὅτῳ πολύν, ὀλίγον,
17 οὐδ’ ἐν ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶο αὐτοὺς. 5.890
1 ὡσαύτως δὲ καὶ μάγειρος φακῆν, πτισάνην,
2 χονδρον, τεῦτλον, τι τῶν ἄλλων ἐπίσταται σκευάζειν,
3 οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται
4 τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικ
5 τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ
6 τοὺς πυρούς γεωργὸς, καὶ κλίβανον ἰπνοπλάστης,
7 καὶ ὑλοτόμος τὰ ξύλα, καὶ τέκτων τὸν ἄβακα, τῷ
8 τέκτονι δ’ αὐτῷ παλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην,
9 ἄλλος δ’ αὖ τὰ ξύλα·  καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ
10 τὴν μὲν σμίλην χαλκευτικὴ, τὰ σκύτη δὲ βυρσοδεψικὴ,
11 τὸν καλόποδα τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ
12 λιθοτόμοι, καὶ πλινθουργοὶ, καὶ τέκτονες, οἱ μὲν λίθους,
13 οἱ δὲ πλίνθους, οἱ δ’ ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν.
14 αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τε ἀλλήλων
15 καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ’ ὕλας
16 αὐτὰς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστὰ, δι’
17 ὧν ἐκείνας κοσμοῦσιν.