Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


3 Κεφ. μστʹ.Ὁπου γε καὶ ὑγιαίνουσα πολιτεία μι·
4 σεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελυττεται, πάσης μὲν τῆς
5 εἰς τὸν βίον ἰσχυος ἀνατρεπτικὸν ὕπαρχον, οὐκ εἰς ἀγαθὴν
6 δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ
7 πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων ελναι δοκούντων
8 καὶ πολλούς στεφανίτας ἀγῶνας ἀνῃρημενων ἀθλητῶν. ἔν
9 τε γὰρ ὁδοιπορίαις ἁπάσαις ἄχρηστοι τελέως ἦσαν, ἔν τε
10 ταῖς πολεμικαῖς πράξεσιν, ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε
11 καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι
12 δέοι, πάντων ἀχρηστοτατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι,
13 καὶ συμπρᾶξαι ταῦτα μὲν, ῃπέρ γε καὶ οἱ σύες.
14 ἀλλ’ ἄμως οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικῆσαντες
15 ἐξαίφνης ἐαυτους ὸνομαζουσιν γυμναστὰς, εἶτ’, οἶμαι,
16 καὶ κεκράγασιν οὐδὲν ἧττον τῶν συῶν ἐκμελεῖ καὶ
17 βαρβάρῳ φωνῇ. τινὲς δ’ αὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν 5.895
1 περὶ τρίψεως, εὐεξίας, ὑγείας, γυμνασίων, εἶτα
2 προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδ’ ὅλως ἔμαθον,
3 οἶος πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν, ὡς οὐκ ὀρθῶς
4 ἀποφηναμένῳ περὶ τρίψεως· ἐπεὶ δ’ ἡμᾶς ἀφικομένους ἠξίωσάν
5 τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσοφων τιπαντα
6 διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτ’ ἐφαίνετο ἁπάντων πρῶτος
7 ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθών
8 εἰς τὸ μέσον ἐξαίφνης αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς, ἐκδύσας
9 παιδάριον, ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ
10 γυμνάζειν, σιωπᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτ’
11 ἐφεξῆς ἐβόα· Ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα,
12 ποῦ δ’ εἰς παλαίστραν ; ὅσως οὐδ’ ἀναχέασθαι καλῶς ἠπίστατο.
13 οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν
14 ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγομενα, ἡμεῖς δὲ
15 κατὰ σχολὴν τοῖς παροῦσιν διελέχθημεν, ὡς ομοιον κακοδαίμων
16 ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ περὶ
17 πτισάνης ἄρτου διαλέγεσθαι τολμῶντι, κἤπειτα, φασκινντι· 5.896
1 ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν, ἐν
2 μυλωνι; σκευασάτω χοῦν μοι πλακοῦντα, καὶ ἄρτον, καὶ ζωρ’ὸν,
3 καὶ λοπάδα, ἐνι εἰθ’ οὕτως ὑπὲρ αὐτῶν διαλεγέσθω.