Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


9 Κεφ. λαʹ.Ἕν δὲ τῷ νῦν προκειμένῳ σκεμματι τοῦ
10 φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω
11 τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ  σχέσιν ὑγιαινάντων
12 σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ
13 δ’ ἐπὶ τῶν εὐεκτούντων. καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω,
14 μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφεράμεθα,
15 τὸ δ’ ὑγιεινὸν, τὸ δ’ εὐεκτικὸν, ἐπὶ μὲν τὸ βὲλτιον
16 ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ
17 εὐεκτικόν. καὶ τούτων οὕτως ἐχόντων, ἀναμνησθῶμεν
18 τοῦ προκειμένου σκεμματος· ἦν δ’, ὡς οἶμαι, τοιόνδε, 5.865
1 πότερον ἰατρικῆς ἐστιν γυμναστικῆς μόριον τὸ καλούμενον
2 ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ ἀρχῆς ἔφαμεν, ὡς
3 εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ
4 ἐστιν ἰατρικὴ, καὶ τί ποτε γυμναστικὴ, γνόντες οὐκ ἂν ἔτι
5 χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινον. αὐτὰ
6 μὲν γὰρ τί ποτ’ ἐστὶν τὸ ὑγιεινὸν, ἤδη μοι δοκῶ πεφάνθαι
7 σαφῶς· γὰρ τὸ φυλακτικὸν ἅπαν, τῶν τούτων τι
8 μορίων τριῶν ὑπαρχόντων ἐν τῷ μέσῳ, περὶ τὴν καθ’
9 ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ
10 ὀνόματος ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκετ’ ἀμφισβήτησιν
11 ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προδεδειγμένα.
12 . καὶ δὴ διελθὼν αὐτα διὰ κεφαλαίοιν ἐπὶ τὴν
13 τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δὴ, καθάπερ
14 ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω
15 καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἦς μιᾶς οὔσηοὔσηςδύο
16 ταῦθ’ ὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον 5.866
1 δὲ θάτερον, κανταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσε.
2 πρότερον, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὑτῶν τὸ ἐπανορθωτικὸν
3 ἀνθρωποτὲραν τέχνην, ἦς εἶναι διττὰ μόρια,
4 θεραπευτικὸν μὲν ἰατρικὸν τὸ ετερον, φυλακτικὸν δὲ θ·ἀτερον·
5 ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν·
6 εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικὸν, τὸ δ’
7 εύεκτικον, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον
8 ὑγιεινόν.  εἶτ’ οὖν τὸ σύμπαν φυλακτικὸν, εἴτε τὸ
9 μόριον αὐτοῦ ζητεῖ τις, [ὁποτέρας ἐστὶ τέχνης, ἄρα ἰατρικὴς,
10 γυμναστικῆς, ὅλον αὐτὸ χρὴ τὸ πρᾶγμα διελθόντα,
11 καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς,
12 ὡς, μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης, ἔξεστιν, εἰ
13 βούλει, καλεῖν αὐτὴν ἰατρικήν· εἰ δ’ οὐκ ἐθέλεις οὕτω.
14 γυμναστικὴν, εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνωνυμον εἰπὡν
15 εἶναι, τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικὴν,
16 τὸ δ’ ἕτερον γυμναστικήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινῆν
17 τινα τεχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ,
18 καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικήν εἰπὲ καὶ γυμναστικήν. 5.867
1 εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως
2 ἀκολουθησει τὸ σύμπαν.