Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


14 Κεφ. μεʹ.Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ περὶ
15 τὰ παλαίσματα· καλῶμεν δ’ αὐτὴν, εἰ βούλει, παιδοτριβικήν·
16 αὐτὴ μὲν οὐδ’ ἐπαίουσα τῶν πρὸς ὠφέλειάν τε καὶ
17 βλαβην τοῦ σώματος εὐσχήμονας δὲ καὶ πολυειδεῖς, καὶ
18 καταβλητικὰς, καὶ ἀπόνους ἐξευρίσκουσα λαβάς τε ἅμα καὶ 5.892
1 κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ’ ἐκείνη μὲν οὐκ
2 ἀντιποιεῖται τῆς περὶ τὸ οο,μα θεραπείας· δὲ παιδοτριβικὴ
3 οὐκ οἶδ’ ὅπως ὑπ’ ἀναισθησίας ἐσχατης, οἷον ἔμπληκτός τις
4 οἰκέτης, ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ
5 εἰ καί τις ὸπλίτης, ἱππεύς, τοξοτης, σφενδονητης,
6 ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παραταττοντι τε καὶ
7 ὁπλίζοντι, καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν
8 κελεύοντι· μαίνοιτο γὰρ ἂν που κἀκεῖνος, εἰ τὸν στρατηγοὶ
9 εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων
10 εὑρισκόμενος, κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς, μέρος αποφαίνοι
11 τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ’ ἂν
12 οὐδὲν ἧττον, οἶμαι, καὶ παιδοτρίβης, κοινωνεῖν γυμναστικῆς,
13 μέρος ἔχειν αὑτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι
14 μόνον, ὥσπερ γε στρατιώτης τῆς στρατηγικῆς, οὕτως
15 καὶ παιδοτρίβης. αὐτὸς γὰρ, μὲν γυμναζει, τῆς
16 γυμναστικῆς, δ’ ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὖ
17 τινός ἐστιν ἐπιτηδεύσεως ὑπηρέτης, ἢν μὲν ἐγὼ ὀνομάζω 5.893
1 κτιταβλητικην. οὐ μόνον δ’ αὑτοὺς οὕτως καλοῦσιν οἱ
2 τοὺς ἀθλητὰς ασκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσιν. καίτοι
3 κατὰ γε τὴν ἀλήθειαν ἐτερον μέν ἐστιν παιδοτριβική
4 καθάπερ τοξευτικὴ, καταβλητικὴ δὲ οἷόν περ στρατηγικὴ,
5 γυμναστικὴ δὲ οἷον ἰατρικὴ, καὶ διτταῖς ὑπηρετεῖ
6 τέχναις, ἐφεστώσαις ἑκάστῃ τῶν τοιούτων.  οὕτω
7 γὰρ καὶ σκυτοτομικὴ τὸ μὲν, ὡς στρατιώτῃ τινὶ χρηστόν
8 ὑπόδημα, παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δὲ, ὡς
9 εἰς ὑγίειαν ἐπιτήδειον, ὑπὸ τῆς περὶ τύ σῶμα τέχνης ἐργάζεσθαι
10 κελεύεται. ὡσαύτως δὲ καὶ μαγειρικὴ τὸ μὲν εἰς
11 ὑγίειαν οψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ’
12 εἰς ἡδονὴν, τέχνῃ μὲν οὐκ ἔτι τοῦτό γε οὐδεμιᾶς κολακεία
13 δέ τινι τὸ τέλος οὐ τήν ὑγείαν, τιλλὰ τὴν ἡδονὴν πεποιημένῃ.
14 καὶ δὴ οὖν καὶ παλαιστικὴ τὸ μὲν εἰς ὑγείαν χρῆστὸν
15 ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τό δὲ εἰς
16 διαθεσιν αθλητικὴν ἐκείνῃ τῇ κακοτεχνία τῇ πολλάκις
17 εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικὴν, κάλλιον δ’
18 ἀν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὁνομαζουσιν
19 αὐτὴν οἱ Λάκωνες καββαλικὴν, καὶ καββαλικώτερον ἑαυτῶν 5.894
1 γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυράτερον.
2