10
Κεφ. ζʹ.Γνοίης δ’ ἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς
11
ἀνασκεψάμενος τὴν φύσιν· ἀνασκέψῃ δὲ τόνδε τὸν
12
τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις
13
ἀῤῥώστων, ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλλαγμένων
14
δὲ ἄρτι τοῦ νοσεῖν. οὗτος ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς
15
κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομισάντων. οὗτος
16
ἰάσεως μὲν οὐκ ἔτι χρῄζει, μηκέτι γε νοσῶν, ἀναθρέψεως
17
δέ τινος καὶ ῥώμης, ἵν’ ἰσχυρός τε ἅμα καὶ πρὸς τὰς 5.815
1
κατὰ φύσιν ἐνεργείας γένηται, καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα.
2
δῆλον γὰρ ὡς οὕτω διακείμενος, ὡς διάκειται
3
νῦν, ὁπότε πρότερον ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος,
4
οὔτε κρύος, οὔτε ἀγρυπνίαν, οὔτ’ ἀπεψίαν, οὔτε ἄλλο τῶν
5
πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλ’ ἐκ τοῦ ῥᾴστου
6
νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπηγυῖαν
7
κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλ’ εἴπερ δύσλυτος
8
γένοιτο καὶ καθ’ ἕξιν, οὔπω μέν ἐστιν εὐεξία, (τὸ γὰρ
9
εὖ προσλαβοῦσα τότ’ ἂν εὐεξία γένοιτο,) τοῦ μέντοι
10
μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται.
11
τὸ γὰρ μήτε ἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς
12
ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρηστος διάθεσις.
13
εἰ δὲ μήτε εἰς τὰς πράξεις ἐμποδίζοιτο, μήθ’ ἑτοίμως
14
βλάπτοιτο, (τοιαύτη δέ ἐστιν ἡ καθ’ ἕξιν ὑγίεια,) τοῦ μὲν
15
μηκέτ’ εἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον
16
ἐνεργείας ἀπήλλακται, τὸ δ’ ἐπαινετὸν οὔπω κέκτηται,
17
κτήσαιτο δ’ ἂν, εἰ καὶ πρὸς τὸ μηκέτ’ ἀσθενῶς ἐνεργεῖν 5.816
1
ἔτι καὶ ῥώμην τινὰ ἀξιόλογον προσλάβοιτο. μέση γὰρ ἡ
2
καθ’ ἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν
3
ὑγιείας καὶ τῆς εὐεξίας. ἡ μὲν γὰρ κατὰ σχέσιν ἀῤῥώστους
4
ἔχει τὰς ἐνεργείας, ἡ δὲ εὐεξία ῥωμαλέας, ἡ δ’
5
αὖ καθ’ ἕξιν οὔπω μὲν εὐρώστους, ἀῤῥώστους δ’ οὐκ ἔτι.
6
κᾀν τῷδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ
7
σχέσιν ὑγείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς
8
πράξεις ἐστὶν ἡ καθ’ ἕξιν, οὐ μὴν ἤδη τὸ κατ’ ἀρετὴν
9
ἔχουσα, μόνῃ γὰρ τοῦθ’ ὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει
10
κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ
11
νοσεῖν γίγνεται, ἕτερον δὲ ἔξω μὲν τῆς βλάβης, ἄχρηστον
12
δ’ ὑπ’ ἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν,
13
ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δὲ
14
οὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθ’ ἕξιν, ἐφ’ ᾧ τέταρτον
15
οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν ἡ εὐεξία, καὶ ἡ ἀκρότης
16
τε καὶ ἡ τελειότης αὐτῶν ἡ ἐπ’ ἄκρον ἐστὶν αὐτῶν εὐεξία.
17
ἡ τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη τὸν ἄνθρωπον 5.817
1
ἑτέρα δηλονότι τῆς ἰασομένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου
2
γε ἅπαξ τοῦ τε τὸ δεῖν ἐπὶ διαφόροις τέλεσιν διαφόρους
3
εἶναι τὰς τέχνας, τοῦ τε τὸ δύο καθ’ ἕκαστον, ἑτέραν μὲν
4
τὴν δημιουργοῦσαν, ἑτέραν δὲ τὴν διαφυλάττουσαν. ᾧ καὶ
5
δῆλον, ὡς ἡ περὶ τέλους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν
6
ἡμῖν προκειμένην ζήτησιν, καὶ διὰ τοῦθ’, ὅσοι τῶν ὁρισμῶν ἀπὸ
7
τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.