12
Κεφ. κθʹ.Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος
13
ἔρχεσθαι κελεύει, καὶ τούτῳ κρίνειν τὰς τέχνας, διὰ τοῦτο
14
γὰρ ἐν ταῖς ἐνεργείαις καθόλου, καὶ τοῖς οἰκείοις θεοιρήμασι,
15
καὶ ταῖς ἀρχαῖς. ἐξαλλάττονται γὰρ οὖν καὶ ἀίδι,
16
καὶ τὰ τέλη τῶν τεχνῶν. ἢ γὰρ ὑγεία τὸ τέλος ἐστὶν, ἐν
17
θερμοῖς δ’ αὕτη, καὶ ψυχροῖς, καὶ ὑγροῖς, καὶ ξηροῖς. 5.859
1
ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχη, καὶ ἡ τῆς θεωρίας
2
ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαυτως ἰατρῷ
3
τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως
4
ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη,
5
καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα
6
τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι
7
σύστασις ἀπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε
8
γὰρ ἰατρικὴν ἄν τις ἔσπευσεν συστήσασθαι, μὴ προποθηθείσης
9
ὑγείας, οὔτε οἰκοδομικὴν, εἰ μὴ κἀνταῦθα οἰκίας
10
ὠρέχθη, οὔθ’ ὑφαντικὴν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ
11
μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἄρχην ἐντεῦθεν
12
εὶληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις, ὑποκειμένου
13
τοῦ τέλους, τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι,
14
καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνασασθαι τῷ λόγῳ
15
τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴδεται
16
γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω
17
πίπτοντα τὰ. μόρια, τὸ ὑγιεινον καὶ τὸ θεραπευτικόν.
18
ἐγὼ δ’ ἄν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ 5.860
1
δὲ ἑτέρων ἐπὶ πλεῖστον ἢκριβωμένα λάθοιμ ἂν ἐμαυτὸν
2
ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας
3
αὐτό.