Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


3 Κεφ. λβʹ.Ἰὼ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’ οὐχ, ὡς
4 ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὸνοματιον,
5 ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι
6 καὶ τούτοις ἀποκριτέον ὡδί πως. εἰ μέλλεις μνημονεύειν, α
7 σι,τος, ὡς οὐκ ἔτι περὶ πραγμάτων σκέψις, ἀλλ’ ἐξήγησιν
8 ὀνομάτων μοι προβέβληκεν, οὐδὲ τοῦτ’ ἀναδύομαι.
9 φημὶ δή σοι περὶ τῶν ὀνομάτων, οὐ μόνον τούτων, ἀλλὰ
10 καὶ τῶν ἄλλων ἁπάντων, οὐδὲν ἔχειν εἰπεῖν σοφὸν, ἀλλ’
11 εϊτ’ ἐκ τῆς τῶν Ἀσσυρίων φωνῆς τοὔνομα, παρὰ τῶν
12 Ἀσσυρίων αὐτῶν μανθανειν χρῆναι τὸ πρᾶγμα, καθ’ οὗ τὸ
13 ὅνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν, Ἰνδῶν,
14 Ἀράβων, Λἰθιόπων, ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι.
15 τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον
16 οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δὲ οῖ
17 λέγουσιν ἐνδείκνυσθαι σφίσιν τοὔνομα, καὶ τούτου ἐγὰ 5.868
1 πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρακῶν καὶ
2 Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον
3 πραγμάτων δὲ ἐν τῇ τῶν Ἕλλήνων φωνῇ μόνη
4 δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα,
5 τῶν δ’ εἰπόντων, ἵνα περ αἱ νῆες ὁρμῶσιν, ἀλλὰ Θετταλούς
6 γε ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν
7 οὕτως ὀνομάζειν. οἱ δὲ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι
8 διαλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦτο ὁμολογοῦντες,
9 ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὖ κεῖται
10 πράγματος, ἄλλως δυνασθαι μαθεῖν, παρ’ αὐτῶν τῶν
11 θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὖς οὕτως ἐμπλήκτους
12 ἕτερός μοι γέγραπται λόγος ἰδία, τῷ δὲ τὰ πράγματα αὐτὰ
13 μαθεῖν θέλοντι μάλιστά τε καὶ πρῶτα, καὶ τοῦθ’ ὡς ἔργον
14 χρηστόν σπουδάζοντι, τῷ τε τὰ ἐπ’ αὐτοῖς ὀνόματα τῆς
15 πρὸς ἀλλήλους ἕνεκα διαλἐντου μαθεῖν ἐπιποθοῦντι τὴν
16 τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν, οὐδ’ οὖν τούτων ἁπάντων
17 ἐπὶ πᾶσιν ὀνόμασιν, (τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν 5.869
1 γραμματικῆς ἐμπειρίας,) ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα,
2 δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω
3 τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων, ὥσπερ γε καὶ τῶν Αίολικῶν.
4 ἀλλ’ ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον
5 γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὖ γινώσκειν
6 τὰ πλείω ἀγνοεῖν ὁμολογήσαιμ ἄν. εἰ δὲ βούλει σὑ καὶ
7 περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὁμηρος μέν φησιν·

8Ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
9Ἰούς τ’ ἐκτάμνειν, ἐπὶ δ’ ἤπια φάρμακα πασσειν,
10Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ,
11Ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων.


12 ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά
13 τε φαρμάκων καὶ χειρουργίας,