ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.
1
Προοίμιον.Τὴν περὶ τῶν ὅρων
2
πραγματείαν πολυωφελεστάτην ὑπάρχουσαν πᾶσι τοῖς ἰατροῖς,
3
μάλιστα δὲ τοῖς εἰσαγομένοις τῶν νέων, ἔκρινα, καθὼς ἠξίωσας,
4
καὶ συναγαγεῖν καὶ ἀναγράψαι, ἰατρῶν ἄριστε Θεῦθρα.
5
τῆς γὰρ ἰατρικῆς τέχνης βιωφελοῦς οὔσης καὶ ἐπὶ σωτηρίᾳ
6
τῶν ἀνθρώπων εὑρημένης, ἐχούσης τε πολλὰ καλὰ θεωρήματα
7
καὶ δυσέφικτα δοκοῦντα τυγχάνειν, χρησιμώτατοι γενήσονται
8
οἱ ὅροι δι’ ὀλίγων τὰ πολλὰ διδάσκειν δυνάμενοι·
9
ἐν πάσαις γὰρ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἀρίστη διδασκαλία 19.347
1
πέφυκεν οὐχ ἡ διὰ πολλῶν καὶ ἀπείρων, ἀλλ’ ἡ
2
δι’ ὀλίγων καλῶς διαγινωσκομένη. οἱ μὲν οὖν ἀρχαῖοι καὶ
3
οἱ πρὸ Ἱπποκράτους γενόμενοι ὧν ἡμεῖς τοῖς βιβλίοις ἐνετύχομεν,
4
οὔτε ὡρίσαντό τινα τῶν κατὰ τὴν τέχνην οὔτε
5
πολλὰ συγγράμματα ἀπέλιπον, ἀλλὰ πάνυ ὀλίγα. τούτους
6
μὲν οὖν ἐπαινεῖν ἄξιον, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖς
7
ἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον τῷ βίῳ. ἐπιγενόμενος
8
δὲ τούτοις Ἱπποκράτης τήν τε ἰατρικὴν συνέγραψε
9
καὶ ὡρίσατο αὐτὴν ἐν τῷ περὶ τέχνης, ἀρχηγὸς ἀεὶ τῶν
10
καλῶν γενόμενος, διὰ τοῦτο περὶ οὗ πάντες οἱ Ἕλληνες
11
μεμνήσονται εἰς τὸν ἅπαντα αἰῶνα, ἐπειδή περ κοινὸς εὐεργέτης
12
ἁπάντων ἐγένετο. μετὰ δὲ τοὺς τούτου χρόνους οἱ
13
γενόμενοί τινες συνέγραψαν ὅρους, καὶ οὗτοι δὲ οὐ πάντας.
14
δοκοῦσι δὲ ἐπιμελεῖς γεγονέναι ἐν τῇ τοιαύτῃ θεωρίᾳ οἵ τε
15
ἀπὸ τῆς Ἡροφίλου αἱρέσεως καὶ Ἀπολλώνιος ὁ Μεμφίτης,
16
ἔτι δὲ καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς, ἀλλὰ καὶ οὗτοι οὔτε τῇ
17
τάξει τῇ δεούσῃ ἐχρήσαντο οὔτε συνήγαγον τὴν πραγματείαν,
18
ἀλλὰ διεσπαρμένως ἐν τοῖς βιβλίοις συνέγραψαν. ἔτι 19.348
1
δὲ καὶ ἐνδεῶς ἀνεγράφησαν· οὔτε γὰρ πάντες ὡρίσαντο τὰ
2
κατὰ τὴν ἰατρικήν. ὅτι δὲ φιλαλήθως λέγομεν δυνατὸν
3
μανθάνειν τοῖς ἐντυγχάνουσι τοῖς τῶν εἰρημένων ἀνδρῶν
4
συγγράμμασιν. ἡμεῖς δὲ πάλιν λέγομεν ἐγκείμενοι καὶ
5
τοὺς εἰρημένους μὲν ὑπὸ τῶν προγενεστέρων ὅρους αὐταῖς
6
λέξεσιν ἀναγράψομεν καὶ τὴν τάξιν τὴν δέουσαν αὐτοῖς ἐπιθήσομεν·
7
καὶ εἴ τινες δὲ μή εἰσιν εἰρημένοι ὑπὸ τῶν παλαιοτέρων
8
αὐτοὶ ποιήσαντες καὶ συντάξαντες, καθὼς ἠξίωσας
9
καὶ σὺ, τὴν συναγωγὴν ποιήσομεν τελείαν. ταύτης γὰρ, ἐγὼ
10
πείθομαι, ἀγαθὲ Θεῦθρα, μήτε γεγονέναι μήτε ἔσεσθαι χρησιμωτέραν
11
τοῖς εἰσαγομένοις τῶν νέων. ταῦτα μὲν οὖν ἐπὶ
12
τοσοῦτον. ἀναγκαῖον οὖν πρῶτον εἰπεῖν τι χρησιμώτατον
13
καὶ τῇ τάξει τῆς διδασκαλίας ἁρμοδιώτατον, διασαφῆσαι τί
14
ἐστιν αὐτὸς ὁ ὅρος, εἶτα ἐφεξῆς τοὺς ὅρους ὑποτάξαι.