8
ριβʹ.Κέντρον δὲ λέγω τὸ μὲν μέσον σημεῖον κατὰ τὴν
9
σύμπτωσιν τῆς ἀρτηρίας διαστελλομένης οὑτωσοῦν ἐπὶ τὰ
10
ἔξω ῥεῖν καὶ πάλιν ἀπὸ τῶν ἔξω ἐπὶ τὸ κέντρον πίπτειν,
11
δόξειν ἐπ’ εὐθείας κινεῖσθαι. εἰ δὲ θέλεις αὐτοῖς τοῖς
12
πράγμασι τὴν τῆς ἀρτηρίας θεάσασθαι κίνησιν, ἔστω σοι
13
εἰκὼν σαφὴς τοῦ λεγομένου. ἀναλαβὼν λίθον τις ἀκοντίσει
14
ἐν ὕδατι, εἶτα τὴν ἐκ τοῦ λίθου πληγὴν νοήσεις τὴν ἀρτηρίαν,
15
ὁ γενόμενος ἐκ ταύτης κύκλος σαφῆ σοι τὴν διαστολὴν
16
ἀπεργάζεται. εἰ δὲ αὖ πάλιν μὴ ἐπ’ ἄπειρον ἰόντα 19.378
1
τούτου τὸν κύκλον νοήσεις, ἀλλὰ στάντα καὶ ἀρξάμενον μετ’
2
ὀλίγον ἐλαττοῦσθαι, ἕως ἂν εἰς ἐκεῖνον καταντήσει τὸν τόπον,
3
ὅθεν τὴν ἀρχὴν τῆς γεννήσεως ἔλαβεν.