Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 σιʹ.Σκληρός ἐστι σφυγμὸς ἐφ’ οὗ νευρώδης, ὡς ἂν
2 εἴποι τις, καὶ ἀπόκροτος ἀρτηρία φαίνεται καὶ τὸ ἐνὸν
3 πνεῦμα τεταμένον, ὥστε καὶ τὴν πληγὴν ἔχειν τι ἀποπληκτικόν.


4 Μαλακὸς σφυγμός ἐστιν ὑπεναντίος τῷ σκληρῷ ἀνειμένην
5 καὶ ἁπαλὴν ἔχων τὴν ἀρτηρίαν. καὶ τὸ ἐνὸν πνεῦμα
6 ἐκλελυμένον καὶ τὴν πληγὴν προσηνεστέραν.


7 Μέσος σφυγμός ἐστιν μεταξύ τοῦ σκληροῦ τε καὶ
8 μαλακοῦ κατὰ φύσιν σύμμετρος.