Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


16 υνζʹ. Αἱ δυστοκίαι κατὰ τρεῖς γίνονται τρόπους,
17 κατὰ τὴν κύουσαν, κατὰ τὸ κυούμενον, κατὰ τὰ ἔξωθεν· 19.456
1 κατὰ τὴν κύουσαν διχῶς, ψυχικῶς μὲν ζηλοτυπίαις
2 ἐσχημένην λύπαις ἄλλῳ τινὶ πάθει· σωματικῶς δὲ
3 στενόπορον οὖσαν καταπίμελον πρώτως κύουσαν ἄτροφον
4 ἔχουσαν τὴν μήτραν. παρὰ δὲ τὸ κυούμενον ἤτοι ὅταν
5 ἐναποθάνῃ δίδυμον τερατῶδες, παρὰ δὲ τὸ ἔξωθεν
6 χειμῶνος ἐπιτεταμένου καύματος σφοδροῦ.