Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 ταʹ.Γυναικεῖος ῥοῦς ἐστι φορὰ ὑγρῶν διὰ μήτρας ἐπὶ
2 πλείονα χρόνον ὑπὸ ἀποκρίσεως αὐτῇ γιγνόμενος. ῥοῦς λευκός
3 ἐστιν ὅταν λευκὰ τὰ ἀποκρινόμενα καὶ ἐν τῷ προσώπῳ
4 οἰδήματα καὶ τὰ ὀφθάλμια ἐποιδίσκεται, ἐνίαις δὲ
5 καὶ γαστὴρ καὶ τὰ σκέλη. ῥοῦς πυῤῥός ἐστιν ὅταν ὑπόπυῤῥος
6 ἀπόκρισις καὶ ὀδύναι ἐν τῷ ὀσφύϊ καὶ ἐν τοῖς
7 βουβῶσι γίγνονται. ῥοῦς ἐρυθρός ἐστιν ὁπόταν τὸ ἀποκρινόμενον
8 μένον τοιοῦτον, οἷον ἀπὸ νεοσφαγοῦς ἱερείου αἷμα
9 καὶ θρόμβοι ἐμπίπτουσι καὶ ὀδύνη ἔχει καὶ πῦρ καὶ βρυγμὸς
10 καὶ πονος εἰς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ὑπογάστριον.
11 ῥοῦς μέλας ἐστὶν, ὅταν μέλαιναι αἱ ἀποκρίσεις καὶ δύσπνοια
12 τοῦ σώματος καὶ ὀδύνη εἰς τὰ αἰδοῖα καὶ ἰσχναίνονται
13 αἱ γυναῖκες.