Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 Ϟεʹ.Φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν
5 καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. ἑτέρως κατὰ
6 Πλάτωνα. φύσις ἐστὶ θεία τέχνη. φύσις ἐστὶν οἵα τεχνικὴ
7 δύναμις. ἑτέρως. φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ
8 κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε
9 καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. οὕτως. φύσις
10 ἐστὶ δύναμις ἐξ ἑαυτῆς κινουμένη, αἰτία γενέσεώς τε καὶ
11 διαπλάσεως καὶ τελειότητος γεννῶσά τε καὶ τελειοῦσα τὸν
12 ἄνθρωπον. φύσις καὶ κρᾶσις λέγεται, φύσις καὶ ἕξις.
13 φύσις καὶ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ διοικοῦσα τὸ
14 ζῶον δύναμις λέγεται. δύναται δὲ καὶ οὕτως ὁρίσασθαι.
15 φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον κατὰ
16 σπερματικοὺς λόγους γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν
17 τὸν ἄνθρωπον ἐν χρόνοις καὶ μεγέθεσιν ὡρισμένους. 19.372