Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 σγʹ.Ἡμιτριταῖός ἐστιν ὃν ἡμεῖς λέγομεν κατὰ τὸν
10 παλαιὸν τὸν εἰρημένον ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν πυρετὸν
11 συνεχῆ ὀξὺν, τὸ μὲν ὅλον οὐ διαλείποντα, μίαν δὲ κουφοτέραν
12 καὶ μίαν βαρυτέραν ἐπιφέροντα. οἱ δὲ ἀπὸ τῆς
13 μεθόδου ἡμιτριταῖον μικρὸν τῶν δύο διαλειμμάτων ἔφησαν.
14 μέσον δὲ ἡμιτριταῖον καλοῦσι τῶν διαστημάτων τριῶν ἐφαπτόμενον.
15 μέγα δὲ τῶν τεσσάρων ἐφαπτόμενον διαστημάτων.