Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 υιθʹ.Αἱμοῤῥοΐς ἐστιν ἀνεύρυσμα τῶν καταπλεκόντων
5 τὴν ἕδραν ἀγγείων. εἴρηται δὲ ἀπο τοῦ αἷμα δι’ αὐτῆς
6 ῥεῖν.  διαφοραὶ δὲ αἱμοῤῥοίδων πέντε, παρὰ τὸ μέγεθος,
7 παρὰ τὸ πλῆθος, παρὰ τὸ σχῆμα, παρὰ τὸν τόπον
8 παρὰ τὴν κατασκευήν. παρὰ μὲν τὸ μέγεθος ὅτι αἱ μὲν
9 αὐτῶν εἰσι μικραὶ, αἱ δὲ μεγάλαι, αἱ δὲ μέσαι. παρὰ δὲ
10 τὸ πλῆθος ὅτι ἐφ’ ὧν μὲν μία, ἐφ’ ὧν δὲ πλείονες συνίστανται,
11 ἐπί τινων δὲ ἐλάττονες. παρὰ δὲ τὸ σχῆμα ὅτι
12 αἱ μὲν στενὴν τὴν βάσιν ἔχουσιν, αἱ δὲ πλατεῖαν. παρὰ
13 δὲ τὸν τόπον ὅτι αἱ μὲν ἐν δακτυλίῳ γίγνονται, αἱ δὲ ἐν
14 σφυγκτῆρι, αἱ δὲ ἐν τῷ ἀπευθυσμένῳ. παρὰ δὲ τὴν κατασκευὴν
15 ὅτι αἱ μὲν εἰσιν ἥμεροι, αἱ δὲ κακοήθεις.