Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 ρλεʹ. Νόσημά ἐστιν ἕξις νοσώδης ὅλου τοῦ
5 σώματος μέρους. ἔτι τῶν νοσημάτων τὰ μὲν ἐστι συνεχῆ,
6 τὰ δὲ διαλείποντα, τὰ δὲ ὀξέα, τὰ δὲ κατοξέα, τὰ δὲ χρόνια.
7 συνεχῆ μὲν ἡμιτριταῖος καὶ τυφώδης οὕτω καλούμενος
8 πυρετὸς καὶ καῦσος. διαλείποντα δέ ἐστι ταῦτα,
9 ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος καὶ τὰ τούτοις
10 ὅμοια. ὀξέα δὲ φρενῖτις, λήθαργος, πλευρῖτις, περιπνευμονία,
11 καῦσοι καὶ τριταῖοι συνεχεῖς. κατοξέα δὲ συνάγχη,
12 κυνάγχη, ἀποπληξία, χολέρα, τέτανος καὶ τὰ τούτοις
13 ὅμοια. χρόνια δὲ φθόη, ἐπίληψις, ἀρθρῖτις, νεφρῖτις,
14 ὕδρωψ, ἀτροφία καὶ τὰ τούτοις ἐοικότα. ἔτι νῶν νοσημάτων
15 τὰ μὲν ἐστιν ὀξέα καὶ συνεχῆ ὡς οἱ καῦσοι καὶ φρενίτιδες
16 καὶ πλευρίτιδες· καὶ γὰρ ὀξέα ταῦτα καὶ συνεχῆ
17 τυγχάνει. τὰ δὲ οὔτε ὀξέα οὔτε συνεχῆ ὡς τὰ χρόνια νοσήματα. 19.388
1 σήματα. τὰ δὲ ὀξέα μὲν, οὐ συνεχῆ δὲ, ὡς οἱ τριταῖοι πυρετοί·
2 τὰ δὲ συνεχῆ μὲν, οὐκ ὀξέα δὲ, ὡς ἡμιτριταῖοι καὶ
3 οἱ τυφώδεις.