7
σιθʹ.Ἀνωμαλία σφυγμοῦ ἐστιν ἀνισότης σφυγμῶν
8
κατά τινας τῶν παρεπομένων αὐτοῖς διαφορῶν. οἱ δὲ οὕτως.
9
ἀνώμαλος σφυγμός ἐστιν ἐφ’ οὗ ποτὲ μὲν σφοδρότεραι
10
αἱ πληγαὶ γίνονται, ποτὲ δὲ ἀμυδρότεραι. οἱ δὲ πάλιν
11
οὕτως. ἀνώμαλός ἐστι σφυγμὸς ὁ κατὰ μὲν τι μέρος ὑψηλότερος
12
ταπεινότερος ὑποπίπτων καὶ ἐπὶ πλεῖον διαφυσωμένης
13
τῆς ἀρτηρίας καὶ ἀνευρυνομένης, κατὰ δέ τι ἐπὶ ποσὸν
14
καὶ ὥσπερ ἀποστενοχωρουμένης. κατὰ σφοδρότητα ἀνώμαλος,
15
ὥσπερ κατὰ μὲν τι μέρος τῆς ἀρτηρίας βιαιοτέραν
16
τὴν ἐξαίρεσιν ποιούμενος, κατὰ δὲ ὑποσυμβεβηκυῖαν καὶ
17
ἀσθενεστέραν.