10
ρλʹ.Ἀρεταὶ μὲν σώματος ὑγίεια, ῥώμη, κάλλος, ἀρτιότης.
11
ψυχῆς δὲ ἀρεταὶ, φρόνησις, σωφροσύνη, ἀνδρεία, δικαιοσύνη.
12
τίς τούτων ἀναλογία; ὑγίεια μὲν πρὸς σωφροσύνην.
13
ἡ μὲν γὰρ ὑγίεια εὐκρασία τῶν πρώτων καὶ σύστασίς
14
ἐστιν, ἡ δὲ σωφροσύνη τὸ καθαρεύειν παντὸς πάθους
15
τὴν ψυχὴν ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας· δι’ ἣν
16
αἰτίαν τὰς ὁρμὰς τῆς ψυχῆς ἀταράχους παρέχεται· καὶ σύστασις 19.384
1
αὕτη ψυχῆς ἐστι καὶ ὑγίεια. πάλιν ἀναλογία ἐστὶ
2
ῥώμη σώματος πρὸς ἀνδρείαν ψυχῆς. ἡ μὲν γὰρ ῥώμη εὐτονία
3
ἐστὶ σώματος καὶ ἰσχὺς ἀκαταγώνιστος τοῖς νομιζομένοις
4
τὸ σῶμα φθείρειν. ἡ δὲ ἀνδρεία ῥώμη ψυχῆς καὶ
5
ἰσχὺς πρὸς τὰς ὑπομονὰς τῶν ἰσχυρῶν φαντασιῶν θανάτου,
6
πόνου, ταλαιπωρίας καὶ καθ’ ὅλου παντὸς τοῦ δοκοῦντος
7
εἶναι δεινοῦ καὶ φοβεροῦ. προσέοικε δὲ τῷ κάλλει
8
πάλιν ἡ δικαιοσύνη. τὸ μὲν γὰρ κάλλος ἐν συμμετρίᾳ μελῶν
9
μετ’ εὐχροίας νοεῖται, ἡ δὲ δικαιοσύνη ἐν συμμετρίᾳ
10
τοῦ ὑπερβάλλοντος ἑκάστου. ἀπονεμητικὴ γάρ ἐστιν ἑκάστῳ
11
τῶν πρὸς ἀξίαν, οἷον θεοῖς, γονεῦσι, συγγενέσι, φίλοις, οἰκείοις,
12
πολίταις. τῇ δὲ φρονήσει ἡ ἀρτιότης. ἀρτιότης
13
μὲν γὰρ συμπλήρωσίς ἐστι τῶν τῆς ψυχῆς ὀρθῶν καταλήψεων
14
ὥσπερ καὶ τῶν μελῶν. οὕτω δὲ καὶ ἡ φρόνησις.