Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


12 ριεʹ.Αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀγγελικὸν
13 τοῦ κινητικοῦ. τί διαφέρει αἴσθησις καὶ αἰσθητήριον
14 καὶ αἰσθητὸν καὶ αἰσθητικόν; διαφέρει. αἴσθησις μὲν
15 γάρ ἐστιν ἐνεργοῦσα δύναμις, αἰσθητήριον δὲ τὸ αἴσθησίν
16 τινα ἐμπεπιστευμένον ὄργανον, αἰσθητὸν δὲ τὸ τῇ αἰσθήσει
17 ὑποπῖπτον, αἰσθητικὸν δὲ αὐτὸ τὸ αἰσθανόμενον,
18 οἷον αἴσθησις μὲν, ὅρασις, γεῦσις, ὄσφρησις καὶ αἱ λοιπαὶ 19.379
1 αἰσθήσεις ἀκοὴ καὶ ἁφή. αἰσθητήριον ἤτοι ὀφθαλμὸς
2 ῥὶς γλῶττα, καὶ ὄργανα αἰσθητικὰ προσαγορεύεται.
3 αἰσθητὸν δὲ τὸ ξύλον λίθος κίων καὶ πάντα τὰ ὑποπίπτοντα
4 ταῖς αἰσθήσεσιν. αἰσθητικὸν δὲ Θέων καὶ
5 Δίων καὶ τἄλλα ὅσα αἰσθάνεται ζῶα.