Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 σμδʹ. Ἀποπληξία ἐστὶ κατοχὴ διανοίας μετ’
11 ἀναισθησίας καὶ παρέσεως τοῦ σώματος. ἔτι. ἀποπληξία
12 ἐστὶν ἀπώλεια πάντων τῶν νεύρων αἰσθήσεώς τε καὶ κινήσεως.
13 ἀποπληξία ἐστὶν ἀναισθησία τοῦ παντὸς σώματος
14 μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐργαλείων. γίνεται δὲ ἀπὸ
15 χυμοῦ ψυχροῦ ἀθρόως πληροῦντος τὰς κυριωτάτας κοιλίας
16 τοῦ ἐγκεφάλου. κυριώταται δὲ κοιλίαι εἰσὶν ὄπισθέν τε
17 καὶ μέση.