Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


5 ξγʹ.Οὖρόν ἐστι περιήθημα τοῦ αἵματος ἐν τῇ μεγάλῃ
6 φλεβὶ καταφερόμενον διὰ νεφρῶν καὶ οὐρητήρων ἐν τῇ κύστει.
7 ἄλλως. οὖρόν ἐστι περίττωμα ὅπερ γεννᾶται μὲν ἐν
8 τῷ ἥπατι, διακρίνεται δὲ ἐν τοῖς νεφροῖς, παράκειται δὲ διὰ
9 τῶν οὐρητήρων παρὰ τὴν οὐροδόχον κύστιν, κἀκεῖθεν ἐξέρχεται
10 διὰ τοῦ τραχήλου τῆς κύστεως· ὃν τράχηλον καὶ οὐρήθραν
11 ἐκάλουν διὰ τὸ ἐκεῖθεν φέρεσθαι τὸ οὖρον.