Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


15 υμθʹ.Τέρατα γίνεται, ὡς μέν τινες λέγουσι, κατὰ
16 παρέγκλισιν τῆς μήτρας· τὸ γὰρ σπέρμα παρεγχεόμενον
17 ἀνωμάλως ποιεῖ τὰ τέρατα, ὃν τρόπον καὶ τὸν μόλιβδον
18 θερμὸν ὄντα, ἐπειδὰν καταχυθῇ ἀνωμάλως, ἀνώμαλον ποιεῖ 19.454
1 τὸ δημιούργημα. τὰ τέρατα ἤτοι κατ’ ἔλλειψιν κατὰ
2 πλεονασμὸν γίνεται· καὶ τὰ μὲν κατὰ μέγεθος ὡς τὰ μεγαλοκέφαλα,
3 τὰ δὲ κατὰ σμικρότητα ὡς τὰ στρουθοκέφαλα,
4 τὰ δὲ κατὰ πλεονασμὸν ὥσπερ τὰ ἑξαδάκτυλα, ἔσθ’ ὅτε δὲ
5 καὶ πλεοναδάκτυλα.