Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 σοαʹ.Λειεντερία ἐστὶ πάθος ἐπὶ δυσεντερίᾳ τὰ πολλὰ
11 γινόμενον, ὥστε διὰ τὰς οὐλὰς τὰς ἐνὶ ταῖς ἑλκώσεσι γεγενημένας
12 πυκνοτέρων καὶ λειοτέρων καὶ ἀπονωτέρων γενομένων
13 ἀνάγκη πρὸ τοῦ πεφθῆναι διατρέχειν τὰ λαμβανόμενα
14 σιτία ὀξέως ἐπὶ τὰς ἐκκρίσεις ἀμιγῆ, ἄπεπτα καὶ οἷα κατεπόθη.
15 ἄλλοι δὲ οὕτως. λειεντερία ἐστὶν ἀθρόα καὶ ταχίστη
16 διέξοδος τῶν σιτίων, οἷά περ κατεπόθησαν τοιαῦτα καὶ
17 ἐξεκρίθησαν.