Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


6 ρκθʹ.Ὑγίειά ἐστι τῶν πρώτων κατὰ φύσιν εὐκρασία
7 τῶν ἐν ἡμῖν χυμῶν τῶν φυσικῶν δυνάμεων ἀπαραπόδιστος
8 ἐνέργεια. ὑγίειά ἐστιν εὐκρασία τῶν τεσσάρων
9 πρώτων στοιχείων ἐξ ὧν τὸ σῶμα συνέστηκε, θερμοῦ, ψυχροῦ,
10 ὑγροῦ, ξηροῦ· οἱ δὲ οὕτως. ἁρμονία τῶν συνιστώντων
11 τὸν ἄνθρωπον θερμῶν τε καὶ ψυχρῶν ὑγρῶν τε καὶ
12 ξηρῶν. πόσα παρέπεται τῇ ὑγιείᾳ; τρία. κάλλος, εὐεξία,
13 ἀρτιότης. κάλλος ποῖον; κάλλος μὲν οὐχ ὁποῖον κωμμωτικῆς
14 δι’ ἐπιχρισμάτων προσώπου καὶ βαφῆς τριχῶν καὶ τῶν
15 τούτοις ἐοικότων περιγινόμενον. ποία εὐεξία; εὐεξία δὲ
16 οὐχὶ ἀπὸ γυμναστικῆς, ἀλλ’ κατ’ ἐπακολούθησιν τῆς ὑγιείας
17 συνισταμένη. ποία ἀρτιότης; ἀρτιότης δ’ ἐστὶν τῶν μερῶν 19.383
1 ἀπηρτισμένων ῥῶσίς τε καὶ συμμετρία. πάλιν δὲ τῷ
2 κάλλει παρέπεται τρία, εὔχροια καὶ μελῶν ἀναλογία τε καὶ
3 εὐρυθμία. ἔνιοι γοῦν τὸ κάλλος οὕτως ὡρίσαντο. κάλλος
4 ἐστὶν εὐρυθμία μελῶν μετ’ εὐχροίας. εὔχροια καὶ μελῶν
5 ἀναλογία τε καὶ εὐρυθμία εἰσὶ τὸ κάλλος. τί διαφέρει
6 ὑγίεια εὐεξίας; ὑγίεια εὐεξίας τούτῳ διαφέρει ὅτι ὑγίεια
7 μὲν καὶ ἔστιν εὐεξία σύμμετρος, δὲ εὐεξία, ὑγίεια ἐπιτεταμένη·
8 δὲ ἐπὶ τῶν γυμναστικῶν εὐεξία οὐδὲ ὑγίεια ἄν
9 τις εἴη.