3
υξαʹ.Τρόποι αἱμοῤῥαγίας τρεῖς, ἢ κατὰ ἀναστόμωσιν
4
ἢ κατὰ διαπήδησιν, ἢ κατὰ ῥῆξιν ἄλλως διακοπήν. ἔστι δὲ
5
ἡ κατὰ διαπήδησιν καὶ ἡ κατὰ διάβρωσιν ἐν ἡμῖν ἀγγείων
6
δυσβόηθητος. ἀρτηρίαι μᾶλλον ἢ φλέβες καὶ τὰ ἐν βάθει
7
τῶν περὶ τὴν ἐπιφάνειαν καὶ τὰ γειτνιῶντα τοῖς τόποις·
8
εὐαιμοῥῥάγητοι τόποι καὶ δυσεπίσχετοι οἱ κροταφῖται μύες,
9
μήνιγγες, ὑπερώα, κιονὶς, τράχηλος, μασχάλαι, βουβῶνες
10
καὶ τὰ τοιουτότροπα· τῶν δὲ ἀνθρώπων παρ’ ἡλικίαν μὲν
11
οἱ νέοι, παρ’ ἔξιν δὲ οἱ κακόχυμοι, περὶ δὲ τὴν ὥραν ἐν
12
τῷ θέρει, περὶ δὲ τὴν σύστασιν χειμῶνι.