Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


13 σλζʹ.Τέτανός ἐστιν ἀπότασις καὶ πῆξις τῶν ἐν τῷ
14 σώματι πάντων νεύρων τε καὶ μυῶν. οὕτως. τετανός
15 ἐστι σπασμὸς ἐπ’ εὐθείας μετὰ τοῦ τὸν τράχηλον ἕλκεσθαι
16 καὶ τὰς σιαγόνας συνερείδων τε τοὺς ὀδόντας καὶ μήτε
17 ἐπινεύειν τὸν τράχηλον δύνασθαι μήτε ἀνανεύειν. τέτανός 19.414
1 ἐστιν ὅταν εἰς τοὐναντία πρὸς τῶν ἀντιτεταγμένων μυῶν
2 ἀκουσίως ἐπισπᾶται τὰ μόρια.