9
Ϟθʹ.Πέψις ἐστὶ μίξις καὶ χύλωσις ὥσπερ ἕψησις
10
τροφῆς ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις κατὰ μεταβολὴν εἰς ἀνάδοσιν
11
τετελεσμένη. ἑτέρως. πέψις ἐστὶ κατεργασία τροφῆς
12
κατὰ μεταβολὴν ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις. ἢ οὕτως. πέψις
13
ἐστὶν ἀλλοίωσις ἑτοίμη πρὸς ἐξαιμάτωσιν, ἥτις γίνεται ὑπὸ
14
τῆς φύσεως διὰ θερμασίας ἑψήσει παραπλησίως. πῶς Ἱπποκράτης
15
καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκληπιάδης
16
τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις
17
τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι
18
γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περιστολῇ 19.373
1
τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμπεδοκλῆς
2
δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις
3
γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός· ὁ δ’ αὐτὸς
4
οὗτος καὶ τὴν γυμνασίαν τῶν πέντε αἰσθήσεων ἀπεφήνατο
5
εἶναι τὴν ψυχήν.