16
οδʹ.Ἀρτηρία ἐστὶν ἀγγεῖον αἵματος ἐλάττονος καὶ καθαρωτέρου
17
καὶ τοῦ συγκεκραμένου φυσικοῦ πνεύματος πλείονος
18
καὶ λεπτομερεστέρου, θερμοτέρα καὶ ξηροτέρα καὶ αἰσθητικωτέρα 19.366
1
τῆς φλεβὸς σφυγμωδῶς κινουμένη. ἄλλως.
2
ἀρτηρία ἐστὶ σῶμα κοῖλον διχίτωνον, ἐκ καρδίας ὁρμώμενον
3
πνεύματος ζωτικοῦ χορηγόν. δέχεται δὲ καθαρὸν ἀέρα ἐν
4
τῇ συστολῇ καὶ ἐκκρίνει ἐν τῇ διαστολῇ τὰ καπνώδη καὶ
5
λιγνυώδη περιττώματα· εἰσφέρουσα οὖν καθαρὸν ἀέρα ψύχει
6
τὴν καρδίαν καὶ τὸ ἔμφυτον θερμόν. ἡ χρεία γοῦν τοῦ
7
σφυγμοῦ αὕτη ἐστὶ τὸ ἐμψύχεσθαι διὰ τοῦ ἀέρος. ἔστι δὲ
8
καὶ αὕτη οὐσία τοῦ ἀέρος τὸ προστίθεσθαι τῷ ἡμετέρῳ
9
πνεύματι γέννησις καὶ προσθήκη τοῦ ψυχικοῦ πνεύματος.