Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


14 ξεʹ.Τέσσαρές εἰσι χυμοὶ ἐξ ὧν τὸ ζῶον συνέστηκεν,
15 αἷμα, φλέγμα, χολαὶ δύο, ξανθή τε καὶ μέλαινα. ταῦτα
16 γὰρ καὶ στοιχεῖα τοῦ σώματος παῖδες ἰατρῶν καλοῦσιν,
17 ἐπειδὴ ἐκ τούτων συνεστήκαμεν. τούτων τὸ μὲν αἷμα θερμόν
18 ἐστι καὶ ὑγρὸν καὶ γλυκὺ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ 19.364
1 ὑγρὸν καὶ ἁλυκὸν καὶ γλίσχρον· δὲ ξανθὴ χολὴ θερμὴ
2 καὶ ξηρὰ καὶ δριμεῖα καὶ δακνώδης· δὲ μέλαινα ξηρὰ
3 καὶ ψυχρὰ καὶ ὀξεῖα καὶ βαρυτάτη.