Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


16 αʹ.Ὅρος τοίνυν κατ’ ἐνίους ἐστὶ λόγος δηλῶν ποῖόν
16 ἐστιν ἐκεῖνο καθ’ οὗ ἐστιν λόγος. δυνατὸν δὲ καὶ οὕτως
17 ὁρίσασθαι. ὅρος ἐστὶ λόγος ἐννοίας. τινὲς δὲ καὶ οὕτως 19.349
1 ὡρίσαντο. ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντων ἐκφερόμενος.
2 ὅρος ἐστὶ διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν
3 ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων.
4 ὅρος ἐστὶ λόγος τὸ εἶναι δηλῶν. λόγος ἐστὶν
5 ἔννοιαν ἡμῖν τοῦ πράγματος δεικνύς τε καὶ σαφηνίζων.