Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 λαʹ.Στοιχεῖόν ἐστιν ἐξ οὗ πρώτου καὶ ἁπλουστάτου
5 τὰ πάντα γέγονε καὶ εἰς ἁπλούστατον τὰ πάντα ἀναλυθήσεται
6 ὂν ἔσχατον. καὶ Ἀθηναῖος Ἀτταλεὺς ἐν τῷ τρίτῳ
7 βιβλίῳ φησὶν οὕτως. στοιχεῖα τῆς ἰατρικῆς ἐστι καθάπερ
8 τινὲς τῶν ἀρχαίων ὑπέλαβον, τὸ θερμὸν καὶ τὸ ψυχρὸν
9 καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν, ἐξ ὧν πρώτων φαινομένων καὶ
10 ἁπλουστάτων καὶ ἐλαχίστων ἄνθρωπος συνέστηκε· καὶ εἰς
11 ἔσχατα φαινόμενα καὶ ἁπλούστατα καὶ ἐλάχιστα τὴν ἀνάλυσιν
12 λαμβάνει.