Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


5 ιβʹ.Αἵρεσίς ἐστι πλήθους δογμάτων πρόσκλησις τεχνικῶς
6 συντεταγμένων καὶ ἐφ’ ἓν τέλος ἐχόντων τὴν ἀναφοράν.
7 οὕτως. αἵρεσίς ἐστι σύστημα δογμάτων ἀκολουθούντων
8 ἀλλήλοις τε καὶ τοῖς φαινομένοις νομιζομένων ἀκολουθεῖν.
9 δύναιτο δὲ ἄν τις καὶ οὕτως εἰπεῖν. αἵρεσίς ἐστι
10 συγκατάθεσις πλειόνων δογμάτων ἀλλήλοις καὶ τοῖς φαινομένοις
11 ἀκολουθούντων νομιζομένων ἀκολουθεῖν. εὑρίσκεται
12 δὲ καὶ τοιοῦτός τις ὅρος. αἵρεσίς ἐστι πρόσκλησις πλήθους
13 δογμάτων ἀκολουθίαν ἐχόντων ἑαυτοῖς καὶ τοῖς φαινομένοις.
14 οὕτως. αἵρεσίς ἐστι πρόσκλησις ἐπὶ πλήθει δογμάτων
15 ἀκολουθίαν ἐχόντων πρὸς ἄλληλα ἐφ’ ἓν τέλος.