12
ιαʹ.Μέρη τῆς ἰατρικῆς, ἃ καὶ εἴδη τινὲς ἐκάλεσαν,
13
ἔστι πέντε φυσιολογικὸν, παθογνωμονικὸν, διαιτητικὸν, ὑλικὸν
14
καὶ θεραπευτικόν. φυσιολογικὸν μὲν οὖν ἐστι τὸ περὶ
15
τὴν θεωρίαν τῆς διοικούσης ἡμᾶς καὶ οἰκονομούσης δυνάμεως
16
φύσεως γιγνόμενον. παθογνωμονικὸν δὲ τὸ περὶ τὴν
17
διάγνωσιν τοῦ παρὰ φύσιν ὄν. διαιτητικὸν δὲ τὸ περὶ τὴν 19.352
1
δίαιταν τῶν τε ὑγιαινόντων καὶ τῶν νοσούντων. ὑλικὸν δὲ
2
τὸ περὶ τὴν ἰωμένην τὸ σῶμα ἡμῶν ὕλην ἔχον. θεραπευτικὸν
3
δὲ τὸ περὶ τὴν ἴασιν ἢ ἀνάκλησιν τῆς διεφθαρμένης
4
ὑγιείας καὶ ἀποκατάστασιν αὐτῆς πραγματευόμενον.