Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Ϟδʹ.Σπέρμα ἐστὶν συνεσπαρμένη δύναμις ἐν ὑγρῷ
10 περιέχουσα τούτου τὸν λόγον, ἥτις δύναμις τυγχάνουσα τῶν
11 προσηκόντων λόγων καὶ ὑλῶν ἐξαπλοῦται εἰς γένεσιν ἀνθρώπου.
12 οὕτως ἑτέρως. σπέρμα ἐστὶν ὑγρὸν ἐν παραστάταις
13 περιεχόμενον ἐκ θερμοῦ πνεύματος, ἐξ οὗ οἷόν τε
14 φῦναι ἄνθρωπον. ἄλλως. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον
15 ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾷν
16 οἷον ἀφ’ οὗ καὶ ἀφέθη· τὸ μεθ’ ὑγροῦ ψυχῆς ὑλικοῦ
17 μέρους ἀπόσπασμα μετὰ τοῦ ὑγροῦ πνεύματος. δὲ
18 Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο. σπέρμα ἐστὶν ἀνθρώπου 19.371
1 μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ
2 σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷον τε αὐτὸ ἦν καὶ
3 αὐτὸ συμμιχθὲν ἀπεκρίθη.