12
υξδʹ. Ἐν τῷ παθολογικῷ τῆς ἰατρικῆς μέρει
13
περιέχεται τί τε καὶ ὁποῖόν ἐστι καθόλου καὶ τί τὸ κατὰ
14
μέρος πάθος καὶ νόσημα καὶ τί αἴτιον καὶ τί σημεῖον καὶ
15
τίνες αἱ τούτου διαφοραὶ, πολυειδεῖς δὲ αὗται, οὐ τὸ πάθος
16
τῶν νοσοποιῶν αἰτιῶν καὶ οἱ τόποι περὶ οὕς ἐστιν αὐτὰ
17
τὰ πάθη. ζητοῦμεν γὰρ τί τὸ πάθος φρενίτις, ἐπιληψία, 19.459
1
λήθαργος, πλευρῖτις, περιπνευμονία, παράλυσις καὶ τὰ ἑξῆς.
2
ἔστι δὲ τούτων τὰ αἴτια πρόδηλα καὶ οὐ πρόδηλα καὶ προκαταρκτικὰ
3
καὶ προηγούμενα καὶ συνεκτικὰ καὶ καθόλου τίς
4
ἡ κατασκευὴ τοῦ πάθους καὶ περὶ τίνα τοῦ σώματος ταῦτα
5
εἴρηται.