Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


5 ρπεʹ.Πυρετός ἐστιν τοῦ ἐμφύτου θερμοῦ εἰς τὸ παρὰ
6 φύσιν ἐκτροπὴ τῶν σφυγμῶν σφοδροτέρων τε καὶ πυκνωτέρων
7 γενομένων. πυρετός ἐστι θερμότης παρὰ φύσιν
8 καρδίας καὶ ἀρτηριῶν βλάπτουσα τὸν ζωτικὸν γόνον ἀναφερομένη
9 τε ἐκ βάθους προσπίπτουσα τῇ ἁφῇ καὶ μάλιστά
10 τις ἀταξία κατὰ τὸ εἶδος τοῦ πυρετοῦ προγίνεται τοῖς σφυγμοῖς.
11 οἱ δὲ οὕτω.  πυρετός ἐστι πλεονασμὸς θερμασίας
12 νοσώδους καὶ μάλιστα τῆς ἐκ βάθους ἀναφερομένης
13 μετὰ παραλλαγῆς σφυγμῶν ἐπὶ τὸ πυκνότερον καὶ σφοδρότερον.
14 οἱ δὲ οὕτως. πυρετός ἐστι δυσκρασία τοῦ φυσικοῦ
15 πνεύματος ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον.