Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


18 υκαʹ.Σῦρίγξ ἐστιν ὑποφορὰ τυλώδης, στενὴ καὶ ἐπιμήκης,
19 ἔσθ’ ὄτε καὶ σκολιωμένη ἀναπούλωτον ἔχουσα τὸ 19.447
1 στόμιον δι’ οὗ ὑγρὸν κατά τινας καιροὺς ἐκκρίνεται. τῶν
2 συρίγγων διαφοραὶ δύο· αἱ μὲν γὰρ αὐτῶν εἰσι τυφλαὶ, αἱ
3 δὲ κρυπταί. τυφλαὶ μὲν αἱ τὸ στόμιον ἐν τῷ βάθει ἔχουσαι,
4 τὸν μέντοι κόλπον πρὸς τὴν ἐπιφάνειαν. κρυπταὶ δὲ
5 ὅσαι καὶ τὸ στόμιον καὶ τὸν κόλπον ἐν τῷ βάθει ἔχουσιν.